26. L'àliga i l'escarabat (3P) |
|
ΑΕΤΟΣ ΚΑΙ ΚΑΝΘΑΡΟΣ |
|
ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων,
ὃν μόνον ὁ καιρὸς παρέσχεν,
κάνθαρον ἰδὼν τοῦτον ἱκέτευεν, ὁ δὲ παραθαρσύνας
αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν
ἀετὸν ἐθεάσατο,
παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην.
κἀκεῖνος ὑπεριδὼν
τῆς σμικρότητος ἐν ὄψει τοῦ κανθάρου
τὸν λαγωὸν κατεθοινήσατο.
ὁ δὲ
ἀπ'
ἐκείνου μνησικακῶν διετέλει
παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς
καί, εἴ ποτε ἐκεῖνος ἔτικτε,
μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε,
μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν καὶ
αὐτοῦ ἐδεήθη τόπον
αὐτῷ πρὸς νεοττοποιίαν
ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ
ὁ κάνθαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς
τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος
ὡς διανέστη,
ἔλαθεν
ἀπορρίψας τὰ ὠά.
ἀπ'
ἐκείνου τέ φασιν,
περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται,
τοὺς ἀετοὺς μὴ νεοττεύειν.
ὁ λόγος διδάσκει
μηδενὸς καταφρονεῖν
λογιζομένους,
ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος,
ὡς προπηλακισθεὶς μὴ
δύνασθαι
ἑαυτὸν ἐκδικῆσαι. |