27. Els anys de l'home (105P) |
|
ΑΝΘΡΩΠΟΥ ΕΤΗ |
|
Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. ὁ δὲ τῇ ἑαυτοῦ
συνέσει χρώμενος ὅτε
ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύασε καὶ ἐνταῦθα διέτριβε. καὶ δή ποτε
σφοδροῦ κρύους γενομένου καὶ τοῦ Διὸς ὕοντος ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε
δρομαῖος πρὸς τὸν ἄνθρωπον
καὶ τούτου
ἐδεήθη,
ὅπως σκέπῃ αὐτόν.
ὁ δ' οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν,
ἐὰν μὴ τῶν ἰδίων ἐτῶν
μέρος αὐτῷ δῷ. τοῦ δὲ ἀσμένως παραχωρήσαντος παρεγένετο
μετ'
οὐ πολὺ
καὶ βοῦς οὐδ'
αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα.
ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξασθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων
ἐτῶν ἀριθμόν τινα αὐτῷ παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη.
τὸ δὲ τελευταῖον κύων
ψύχει διαφθειρόμενος ἧκε
καὶ τοῦ ἰδίου χρόνου μέρος
ἀπονείμας σκέπης ἔτυχε.
οὕτω τε
συνέβη τοὺς ἀνθρώπους,
ὅταν μὲν ἐν τῷ Διὸς χρόνῳ γένωνται,
ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι, ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται,
ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι,
ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν, τοὺς δὲ τὸν τοῦ κυνὸς
χρόνον
ἀνύοντας ὀργίλους
καὶ ὑλακτικοὺς τυγχάνειν.
τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς
πρεσβύτην θυμώδη καὶ δύστροπον. |
|