25. L'home poruc que va trobar un lleó d'or (71P)

ΑΝΗΡ ΔΕΙΛΟΣ ΛΕΟΝΤΑ ΧΡΥΣΟΥΝ ΕΥΡΩΝ

 

 

δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἑαυτὸν προσαγορεύει· “οὐκ οἶδα τίς γενήσομαι ἐπὶ τοῖς παροῦσιν. ἐγὼ ἐκβέβλημαι ἐκ τῶν φρενῶν καὶ τί πράττω οὐκ ἔχω. μερίζομαι φιλοχρηματίᾳ καὶ τῇ τῆς φρενὸς δειλίᾳ. ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ. ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν τοῦ εὑρήματος ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. τύχης διδούσης καὶ μὴ λαβεῖν συγχωρούσης· ὦ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὦ χάρις δαιμόνων ἄχαρις γενομένη· τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ κἀγὼ πόρρω ἔσομαι θεατής.“

ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

 

 

ÍNDEX