παραπλεύσαντες
δὲ Θερμώδοντα
καὶ Καύκασον
ἐπὶ
Φᾶσιν
ποταμὸν
ἦλθον· οὗτος
τῆς Κολχικῆς ἐστιν.
ἐγ-
καθορμισθείσης
δὲ τῆς νεὼς
ἧκε πρὸς Αἰήτην
Ἰάσων,
καὶ
τὰ ἐπιταγέντα
ὑπὸ Πελίου λέγων
παρεκάλει
δοῦναι
τὸ
δέρας αὐτῷ· ὁ
δὲ δώσειν
ὑπέσχετο, ἐὰν
τοὺς χαλκό-
ποδας
ταύρους μόνος
καταζεύξῃ.
ἦσαν δὲ ἄγριοι
παρ'
αὐτῷ
ταῦροι δύο,
μεγέθει
διαφέροντες,
δῶρον Ἡφαί-
στου, οἳ
χαλκοῦς μὲν
εἶχον πόδας,
πῦρ δὲ ἐκ
στομά-
των
ἐφύσων.
τούτους αὐτῷ
ζεύξαντι
ἐπέτασσε σπεί-
ρειν
δράκοντος
ὀδόντας· εἶχε
γὰρ λαβὼν παρ' Ἀθηνᾶς
τοὺς
ἡμίσεις ὧν Κάδμος
ἔσπειρεν
ἐν Θήβαις.
ἀποροῦν-
τος
δὲ τοῦ
Ἰάσονος πῶς ἂν
δύναιτο τοὺς
ταύρους κατα-
ζεῦξαι,
Μήδεια
αὐτοῦ ἔρωτα
ἴσχει· ἦν δὲ
αὕτη θυγά-
τηρ
Αἰήτου καὶ Εἰδυίας
τῆς Ὠκεανοῦ,
φαρμακίς.
δεδοι-
κυῖα
δὲ μὴ πρὸς τῶν
ταύρων
διαφθαρῇ,
κρύφα τοῦ
πατρὸς
συνεργήσειν
αὐτῷ πρὸς τὴν
κατάζευξιν τῶν
ταύρων
ἐπηγγείλατο
καὶ τὸ δέρας
ἐγχειριεῖν,
ἐὰν ὀμόσῃ
αὐτὴν
ἕξειν γυναῖκα καὶ
εἰς Ἑλλάδα σύμπλουν
ἀγάγηται.
ὀμόσαντος
δὲ Ἰάσονος
φάρμακον
δίδωσιν, ᾧ
καταζευ-
γνύναι
μέλλοντα τοὺς
ταύρους
ἐκέλευσε
χρῖσαι τήν τε
ἀσπίδα
καὶ τὸ δόρυ
καὶ τὸ σῶμα·
τούτῳ γὰρ χρισθέντα
ἔφη
πρὸς μίαν
ἡμέραν μήτ' ἂν
ὑπὸ πυρὸς
ἀδικηθήσε-
σθαι
μήτε ὑπὸ
σιδήρου.
ἐδήλωσε δὲ
αὐτῷ σπειρομένων
τῶν
ὀδόντων ἐκ
γῆς ἄνδρας
μέλλειν
ἀναδύεσθαι ἐπ'
αὐτὸν
καθωπλισμένους,
οὓς ἔλεγεν
ἐπειδὰν ἀθρόους
θεάσηται,
βάλλειν εἰς
μέσον λίθους
ἄποθεν, ὅταν
δὲ
ὑπὲρ
τούτου
μάχωνται πρὸς
ἀλλήλους, τότε
κτείνειν
αὐτούς.
Ἰάσων δὲ
τοῦτο ἀκούσας
καὶ
χρισάμενος τῷ
φαρμάκῳ,
παραγενόμενος
εἰς τὸ τοῦ νεὼ
ἄλσος ἐμά-
στευε
τοὺς ταύρους,
καὶ σὺν πολλῷ
πυρὶ ὁρμήσαντας
αὐτοὺς
κατέζευξε.
σπείραντος δὲ
αὐτοῦ τοὺς
ὀδόντας
ἀνέτελλον
ἐκ τῆς γῆς
ἄνδρες
ἔνοπλοι· ὁ δὲ
ὅπου πλεί-
ονας
ἑώρα, βάλλων
ἀφανῶς λίθους,
πρὸς αὐτοὺς
μαχο-
μένους
πρὸς ἀλλήλους
προσιὼν
ἀνῄρει. καὶ
κατεζευγ-
μένων
τῶν ταύρων οὐκ
ἐδίδου τὸ
δέρας Αἰήτης,
ἐβούλετο
δὲ
τήν τε Ἀργὼ καταφλέξαι
καὶ κτεῖναι
τοὺς ἐμπλέ-
οντας.
φθάσασα δὲ
Μήδεια τὸν
Ἰάσονα νυκτὸς ἐπὶ
τὸ
δέρας ἤγαγε,
καὶ τὸν
φυλάσσοντα
δράκοντα κατα-
κοιμίσασα
τοῖς
φαρμάκοις
μετὰ Ἰάσονος,
ἔχουσα τὸ
δέρας,
ἐπὶ τὴν Ἀργὼ
παρεγένετο.
συνείπετο δὲ
αὐτῇ
καὶ ὁ
ἀδελφὸς Ἄψυρτος. οἱ δὲ
νυκτὸς μετὰ
τούτων
ἀνήχθησαν.
Αἰήτης δὲ ἐπιγνοὺς
τὰ τῇ Μηδείᾳ
τετολμημένα
ὥρμησε
τὴν ναῦν
διώκειν.
ἰδοῦσα δὲ
αὐτὸν πλησίον
ὄντα Μήδεια
τὸν ἀδελφὸν
φονεύει καὶ
μελίσασα κατὰ
τοῦ
βυθοῦ ·ίπτει.
συναθροίζων
δὲ Αἰήτης τὰ
τοῦ
παιδὸς
μέλη τῆς
διώξεως
ὑστέρησε·
διόπερ ὑποστρέψας,
καὶ
τὰ σωθέντα τοῦ
παιδὸς μέλη
θάψας, τὸν
τόπον
προσηγόρευσε
Τόμους.
πολλοὺς δὲ τῶν
Κόλχων
ἐπὶ
τὴν
ζήτησιν τῆς
Ἀργοῦς
ἐξέπεμψεν,
ἀπειλήσας, εἰ
μὴ
Μήδειαν
ἄξουσιν,
αὐτοὺς πείσεσθαι τὰ
ἐκείνης. οἱ δὲ
σχισθέντες
ἄλλος
ἀλλαχοῦ
ζήτησιν
ἐποιοῦντο.
|