Textos d'Apol·lodor

 
I, 137-138:  Jàson, Medea i Alcínous

παραμειψάμενοι δὲ Θρινακίαν νῆσον Ἡλίου βόας
ἔχουσαν εἰς τὴν Φαιάκων νῆσον Κέρκυραν ἧκον, ἧς βα-
σιλεὺς ἦν Ἀλκίνοος. τῶν δὲ Κόλχων τὴν ναῦν εὑρεῖν
μὴ δυναμένων οἱ μὲν τοῖς Κεραυνίοις ὄρεσι παρῴκησαν,
οἱ δὲ εἰς τὴν Ἰκομισθέντες ἔκτισαν Ἀψυρτίδας
νήσους· ἔνιοι δὲ πρὸς Φαίακας ἐλθόντες τὴν Ἀργὼ
κατέλαβον καὶ τὴν Μήδειαν ἀπῄτουν παρ' Ἀλκινόου.
ὁ δὲ εἶπεν, εἰ μὲν ἤδη συνελήλυθεν Ἰάσονι, δώσειν
αὐτὴν ἐκείνῳ, εἰ δ' ἔτι παρθένος ἐστί, τῷ πατρὶ ἀπο-
πέμψειν. Ἀρήτη δὲ ἡ Ἀλκινόου γυνὴ φθάσασα Μή-
δειαν Ἰάσονι συνέζευξεν· ὅθεν οἱ μὲν Κόλχοι μετὰ
Φαιάκων κατῴκησαν, οἱ δὲ Ἀργοναῦται μετὰ τῆς Μη-
δείας ἀνήχθησαν.

Anterior

Principal

Amunt

Següent