Textos d'Apol·lodor

 
I, 124-126: Simplègades

ἀπαλλαγεὶς δὲ τῶν ἁρπυιῶν Φινεὺς ἐμήνυσε τὸν
πλοῦν τοῖς Ἀργοναύταις, καὶ περὶ τῶν συμπληγάδων
ὑπέθετο πετρῶν τῶν κατὰ θάλασσαν. ἦσαν δὲ ὑπερ-
μεγέθεις αὗται, συγκρουόμεναι δὲ ἀλλήλαις ὑπὸ τῆς
τῶν πνευμάτων βίας τὸν διὰ θαλάσσης πόρον ἀπέ-
κλειον. ἐφέρετο δὲ πολλὴ μὲν ὑπὲρ αὐτῶν ὁμίχλη
πολὺς δὲ πάταγος, ἦν δὲ ἀδύνατον καὶ τοῖς πετεινοῖς
δι' αὐτῶν διελθεῖν. εἶπεν οὖν αὐτοῖς ἀφεῖναι πελειάδα
διὰ τῶν πετρῶν, καὶ ταύτην ἐὰν μὲν ἴδωσι σωθεῖσαν,
διαπλεῖν καταφρονοῦντας, ἐὰν δὲ ἀπολλυμένην, μὴ πλεῖν
βιάζεσθαι. ταῦτα ἀκούσαντες ἀνήγοντο, καὶ ὡς πλη-
σίον ἦσαν τῶν πετρῶν, ἀφιᾶσιν ἐκ τῆς πρῴρας πελειάδα·
τῆς δὲ ἱπταμένης τὰ ἄκρα τῆς οὐρᾶς ἡ σύμπτωσις τῶν
πετρῶν ἀπέθρισεν. ἀναχωρούσας οὖν ἐπιτηρήσαντες
τὰς πέτρας μετ' εἰρεσίας εὐτόνου, συλλαβομένης Ἥρας,
διῆλθον, τὰ ἄκρα τῶν ἀφλάστων τῆς νεὼς περικοπεί-
σης. αἱ μὲν οὖν συμπληγάδες ἔκτοτε ἔστησαν· χρεὼν
γὰρ ἦν
αὐταῖς νεὼς περαιωθείσης στῆναι παντελῶς.

Anterior

Principal

Amunt

Següent