Textos d'Apol·lodor

 
III, 168-176: Aquil·les, Neoptòlem, Fènix i Pàtrocle

γαμεῖ δὲ ὁ Πηλεὺς Πολυδώραν τὴν Περιήρους, ἐξ
ἧς αὐτῷ γίνεται Μενέσθιος, ἐπίκλην ὁ Σπερχειοῦ τοῦ
ποταμοῦ. αὖθις δὲ γαμεῖ Θέτιν τὴν Νηρέως, περὶ ἧς
τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἤρισαν, Θέμιδος δὲ θε-
σπιῳδούσης ἔσεσθαι τὸν ἐκ ταύτης γεννηθέντα κρείτ-
τονα τοῦ πατρὸς ἀπέσχοντο. ἔνιοι δέ φασι, Διὸς ὁρμῶν-
τος ἐπὶ τὴν ταύτης συνουσίαν, εἰρηκέναι Προμηθέα τὸν
ἐκ ταύτης αὐτῷ γεννηθέντα οὐρανοῦ δυναστεύσειν.
τινὲς δὲ λέγουσι Θέτιν μὴ βουληθῆναι Διὶ συνελθεῖν
ὡς ὑπὸ Ἥρας τραφεῖσαν, Δία δὲ ὀργισθέντα θνητῷ θέ-
λειν αὐτὴν συνοικίσαι. Χείρωνος οὖν ὑποθεμένου Πη-
λεῖ συλλαβεῖν καὶ κατασχεῖν αὐτὴν μεταμορφουμένην,
ἐπιτηρήσας συναρπάζει, γινομένην δὲ ὁτὲ μὲν πῦρ ὁτὲ
δὲ ὕδωρ ὁτὲ δὲ θηρίον οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν
ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν. γαμεῖ δὲ ἐν τῷ
Πηλίῳ, κἀκεῖ θεοὶ τὸν γάμον εὐωχούμενοι καθύμνη-
σαν. καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσει-
δῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ ἦσαν
οὗτοι.
          ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον
θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύ-
βουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον,
μεθ' ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας
καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε·
καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον
τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει
δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν
ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων
μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα
αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
          Πηλεὺς δὲ μετὰ ταῦτα σὺν Ἰάσονι καὶ Διοσκούροις
ἐπόρθησεν Ἰωλκόν, καὶ Ἀστυδάμειαν τὴν Ἀκάστου γυ-
ναῖκα φονεύει, καὶ διελὼν μεληδὸν διήγαγε δι' αὐτῆς
τὸν στρατὸν εἰς τὴν πόλιν.
          ὡς δὲ ἐγένετο ἐνναετὴς Ἀχιλλεύς, Κάλχαντος λέ-
γοντος οὐ δύνασθαι χωρὶς αὐτοῦ Τροίαν αἱρεθῆναι,
Θέτις προειδυῖα ὅτι δεῖ στρατευόμενον αὐτὸν ἀπολέ-
σθαι, κρύψασα ἐσθῆτι γυναικείᾳ ὡς παρθένον Λυκομή-
δει
παρέθετο. κἀκεῖ τρεφόμενος τῇ Λυκομήδους θυγα-
τρὶ Δηιδαμείᾳ μίγνυται, καὶ γίνεται παῖς Πύρρος αὐτῷ
ὁ κληθεὶς Νεοπτόλεμος αὖθις. Ὀδυσσεὺς δὲ μηνυθέντα
παρὰ Λυκομήδει ζητῶν Ἀχιλλέα, σάλπιγγι χρησάμενος
εὗρε. καὶ τοῦτον τὸν τρόπον εἰς Τροίαν ἦλθε.
          συνείπετο δὲ αὐτῷ Φοῖνιξ Ἀμύντορος. οὗτος ὑπὸ
τοῦ πατρὸς ἐτυφλώθη καταψευσαμένης φθορὰν Φθίας
τῆς τοῦ πατρὸς παλλακῆς. Πηλεὺς δὲ αὐτὸν πρὸς Χεί-
ρωνα κομίσας, ὑπ' ἐκείνου θεραπευθέντα τὰς ὄψεις
βασιλέα κατέστησε Δολόπων.
          συνείπετο δὲ καὶ Πάτροκλος Μενοιτίου καὶ Σθε-
νέλης
τῆς Ἀκάστου ἢ Περιώπιδος τῆς Φέρητος, ἢ κα-
θάπερ φησὶ Φιλοκράτης, Πολυμήλης τῆς Πηλέως. οὗτος
ἐν Ὀποῦντι διενεχθεὶς ἐν παιδιᾷ περὶ ἀστραγάλων παί-
ζων παῖδα Κλειτώνυμον τὸν Ἀμφιδάμαντος ἀπέκτεινε,
καὶ φυγὼν μετὰ τοῦ πατρὸς παρὰ Πηλεῖ κατῴκει, καὶ
Ἀχιλλέως ἐρώμενος γίνεται ...

Anterior

Principal

Amunt

Següent