Πρίαμος
δὲ Ἀρίσβην
ἐκδοὺς
Ὑρτάκῳ
δευτέραν ἔγημεν Ἑκάβην
τὴν Δύμαν-
τος, ἢ ὥς
τινές φασι Κισσέως, ἢ ὡς
ἕτεροι
λέγουσι Σαγ-
γαρίου ποταμοῦ
καὶ Μετώπης.
γεννᾶται δὲ
αὐτῷ
πρῶτος
μὲν Ἕκτωρ·
δευτέρου δὲ
γεννᾶσθαι
μέλλοντος
βρέφους
ἔδοξεν Ἑκάβη
καθ' ὕπνους
δαλὸν τεκεῖν
διάπυ-
ρον, τοῦτον δὲ
πᾶσαν
ἐπινέμεσθαι
τὴν πόλιν καὶ
καίειν.
μαθὼν
δὲ Πρίαμος παρ'
Ἑκάβης τὸν
ὄνειρον, Αἴσακον
τὸν
υἱὸν
μετεπέμψατο·
ἦν γὰρ
ὀνειροκρίτης
παρὰ τοῦ μη-
τροπάτορος
Μέροπος
διδαχθείς.
οὗτος εἰπὼν
τῆς πατρί-
δος
γενέσθαι τὸν
παῖδα
ἀπώλειαν,
ἐκθεῖναι τὸ βρέφος
ἐκέλευε.
Πρίαμος δέ, ὡς
ἐγεννήθη τὸ
βρέφος, δίδω-
σιν
ἐκθεῖναι
οἰκέτῃ
κομίσαντι εἰς Ἴδην· ὁ δὲ
οἰκέτης
Ἀγέλαος
ὠνομάζετο.
τὸ δὲ ἐκτεθὲν ὑπὸ
τούτου βρέφος
πένθ'
ἡμέρας ὑπὸ ἄρκτου ἐτράφη. ὁ
δὲ σωζόμενον εὑ-
ρὼν
ἀναιρεῖται,
καὶ κομίσας
ἐπὶ τῶν
χωρίων ὡς ἴδιον
παῖδα
ἔτρεφεν,
ὀνομάσας Πάριν.
γενόμενος δὲ
νεανί-
σκος
καὶ πολλῶν διαφέρων κάλλει
τε καὶ ·ώμῃ
αὖθις
Ἀλέξανδρος
προσωνομάσθη,
λῃστὰς ἀμυνόμενος καὶ
τοῖς
ποιμνίοις
ἀλεξήσας. καὶ μετ'
οὐ πολὺ τοὺς
γονέας
ἀνεῦρε.
μετὰ
τοῦτον
ἐγέννησεν
Ἑκάβη
θυγατέρας μὲν
Κρέουσαν
Λαοδίκην
Πολυξένην
Κασάνδραν, ᾗ
συνελθεῖν
βουλόμενος
Ἀπόλλων
τὴν
μαντικὴν
ὑπέσχετο
διδάξειν.
ἡ δὲ
μαθοῦσα οὐ
συνῆλθεν·
ὅθεν Ἀπόλλων ἀφείλετο
τῆς
μαντικῆς
αὐτῆς τὸ
πείθειν. αὖθις
δὲ παῖδας
ἐγέν-
νησε Δηίφοβον Ἕλενον Πάμμονα Πολίτην Ἄντιφον
Ἱππόνοον
Πολύδωρον
Τρωίλον·
τοῦτον ἐξ
Ἀπόλλωνος
λέγεται
γεγεννηκέναι.
|