χρονιζομένου
δὲ τοῦ
πολέμου, μὴ δυνάμενος ἑλεῖν
Ἀθήνας
εὔχεται
Διὶ
παρ' Ἀθηναίων
λαβεῖν
δίκας. γε-
νομένου
δὲ τῇ πόλει
λιμοῦ τε καὶ
λοιμοῦ, τὸ μὲν
πρῶ-
τον
κατὰ λόγιον
Ἀθηναῖοι
παλαιὸν τὰς Ὑακίνθου
κόρας,
Ἀνθηίδα
Αἰγληίδα
Λυταίαν
Ὀρθαίαν, ἐπὶ
τὸν Γεραί-
στου τοῦ Κύκλωπος
τάφον
κατέσφαξαν·
τούτων δὲ ὁ
πατὴρ
Ὑάκινθος
ἐλθὼν ἐκ Λακεδαίμονος
Ἀθήνας
κατῴ-
κει.
ὡς δὲ οὐδὲν
ὄφελος ἦν τοῦτο, ἐχρῶντο περὶ
ἀπαλ-
λαγῆς.
ὁ δὲ θεὸς
ἀνεῖλεν
αὐτοῖς Μίνωι
διδόναι
δίκας
ἃς ἂν
αὐτὸς
αἱροῖτο. πέμψαντες οὖν
πρὸς Μίνωα ἐπ-
έτρεπον
αἰτεῖν δίκας.
Μίνως δὲ
ἐκέλευσεν
αὐτοῖς κό-
ρους
ἑπτὰ καὶ
κόρας τὰς ἴσας
χωρὶς ὅπλων
πέμπειν τῷ
Μινωταύρῳ βοράν. ἦν δὲ
οὗτος ἐν
λαβυρίνθῳ καθ-
ειργμένος,
ἐν ᾧ τὸν
εἰσελθόντα
ἀδύνατον ἦν
ἐξιέναι
πολυπλόκοις
γὰρ καμπαῖς τὴν
ἀγνοουμένην
ἔξοδον ἀπ-
έκλειε.
κατεσκευάκει
δὲ αὐτὸν Δαίδαλος
ὁ Εὐπαλάμου
παῖς
τοῦ Μητίονος καὶ Ἀλκίππης. ἦν γὰρ
ἀρχιτέκτων
ἄριστος
καὶ πρῶτος
ἀγαλμάτων
εὑρετής. οὗτος
ἐξ Ἀθη-
νῶν
ἔφυγεν, ἀπὸ
τῆς
ἀκροπόλεως
βαλὼν τὸν τῆς
ἀδελ-
φῆς [Πέρδικος] υἱὸν Τάλω,
μαθητὴν ὄντα,
δείσας μὴ
διὰ
τὴν εὐφυΐαν
αὐτὸν
ὑπερβάλῃ·
σιαγόνα γὰρ ὄφεως
εὑρὼν
ξύλον λεπτὸν ἔπρισε.
φωραθέντος δὲ
τοῦ νεκροῦ
κριθεὶς
ἐν Ἀρείῳ
πάγῳ καὶ καταδικασθεὶς
πρὸς Μίνωα
ἔφυγε.
[κἀκεῖ Πασιφάης
ἐρασθείσης
τοῦ Ποσειδῶνος
ταύρου
συνήργησε
τεχνησάμενος
ξυλίνην βοῦν,
καὶ τὸν
λαβύρινθον
κατεσκεύασεν,
εἰς ὃν κατὰ
ἔτος Ἀθηναῖοι
κόρους
ἑπτὰ καὶ
κόρας τὰς ἴσας
τῷ Μινωταύρῳ
βορὰν
ἔπεμπον.]
Θησεὺς
δὲ
γεννηθεὶς ἐξ Αἴθρας
Αἰγεῖ παῖς,
ὡς
ἐγένετο
τέλειος,
ἀπωσάμενος
τὴν πέτραν τὰ
πέδιλα καὶ
τὴν
μάχαιραν
ἀναιρεῖται,
καὶ πεζὸς
ἠπείγετο εἰς
τὰς
Ἀθήνας.
φρουρουμένην
δὲ ὑπὸ ἀνδρῶν
κακούργων τὴν
ὁδὸν
ἡμέρωσε.
πρῶτον μὲν γὰρ
Περιφήτην τὸν Ἡφαί-
στου καὶ Ἀντικλείας, ὃς ἀπὸ
τῆς κορύνης ἣν
ἐφόρει κο-
ρυνήτης
ἐπεκαλεῖτο,
ἔκτεινεν ἐν Ἐπιδαύρῳ. πόδας
δὲ
ἀσθενεῖς
ἔχων οὗτος
ἐφόρει
κορύνην
σιδηρᾶν, δι' ἧς
τοὺς
παριόντας
ἔκτεινε.
ταύτην
ἀφελόμενος
Θησεὺς
ἐφόρει.
δεύτερον δὲ
κτείνει Σίνιν
τὸν Πολυπήμονος
καὶ Συλέας
τῆς Κορίνθου. οὗτος πιτυοκάμπτης ἐπε-
καλεῖτο·
οἰκῶν γὰρ τὸν Κορινθίων
ἰσθμὸν
ἠνάγκαζε
τοὺς
παριόντας πίτυς κάμπτοντας
ἀνέχεσθαι· οἱ
δὲ διὰ
τὴν
ἀσθένειαν οὐκ
ἠδύναντο
κάμπτειν, καὶ
ὑπὸ τῶν δέν-
δρων
ἀναρριπτούμενοι
πανωλέθρως
ἀπώλλυντο. τούτῳ
τῷ
τρόπῳ καὶ
Θησεὺς Σίνιν
ἀπέκτεινεν.
|