Textos d'Apol·lodor

 
III, 118-123: Història d'Asclepi

κεν, ὡς καὶ τὰ ὑπὸ γῆν θεωρεῖν. Λευκίππου δὲ θυ-
γατέρες ἐγένοντο Ἱλάειρα καὶ Φοίβη· ταύτας ἁρπάσαν-
τες ἔγημαν Διόσκουροι. πρὸς δὲ ταύταις Ἀρσινόην
ἐγέννησε· ταύτῃ μίγνυται Ἀπόλλων, ἡ δὲ Ἀσκληπιὸν
γεννᾷ. τινὲς δὲ Ἀσκληπιὸν οὐκ ἐξ Ἀρσινόης τῆς Λευ-
κίππου λέγουσιν, ἀλλ' ἐκ Κορωνίδος τῆς Φλεγύου ἐν
Θεσσαλίᾳ. καί φασιν ἐρασθῆναι ταύτης Ἀπόλλωνα καὶ
εὐθέως συνελθεῖν· τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώ-
μην ἑλομένην Ἴσχυ τῷ Καινέως ἀδελφῷ συνοικεῖν.
Ἀπόλλων δὲ τὸν μὲν ἀπαγγείλαντα κόρακα καταρᾶται,
ὃν τέως λευκὸν ὄντα ἐποίησε μέλανα, αὐτὴν δὲ ἀπ-
έκτεινε. καιομένης δὲ ταύτης ἁρπάσας τὸ βρέφος ἐκ τῆς
πυρᾶς πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκε, παρ' οὗ
καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν τρεφόμενος ἐδι-
δάχθη. καὶ γενόμενος χειρουργικὸς καὶ τὴν τέχνην
ἀσκήσας ἐπὶ πολὺ οὐ μόνον ἐκώλυέ τινας ἀποθνήσκειν,
ἀλλ' ἀνήγειρε καὶ τοὺς ἀποθανόντας· παρὰ γὰρ Ἀθη-
νᾶς
λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνος υὲν αἷμα,
τῷ μὲν ἐκ τῶν ἀριστερῶν υέντι πρὸς φθορὰν ἀνθρώ-
πων ἐχρῆτο, τῷ δὲ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν, καὶ
διὰ τοῦτο τοὺς τεθνηκότας ἀνήγειρεν.
          [εὗρον δέ τινας λεγομένους ἀναστῆναι ὑπ' αὐτοῦ,
Καπανέα καὶ Λυκοῦργον, ὡς Στησίχορός φησιν <ἐν>
Ἐριφύλῃ
, Ἱππόλυτον, ὡς ὁ τὰ Ναυπακτικὰ συγγράψας
λέγει, Τυνδάρεων, ὥς φησι Πανύασσις, Ὑμέναιον, ὡς
οἱ Ὀρφικοὶ λέγουσι, Γλαῦκον τὸν Μίνωος, ὡς Μελη-
σαγόρας
λέγει.]
Ζεὺς δὲ φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θερα-
πείαν παρ' αὐτοῦ βοηθῶσιν ἀλλήλοις, ἐκεραύνωσεν
αὐτόν. καὶ διὰ τοῦτο ὀργισθεὶς Ἀπόλλων κτείνει Κύ-
κλωπας
τοὺς τὸν κεραυνὸν Διὶ κατασκευάσαντας. Ζεὺς
δὲ ἐμέλλησε ·ίπτειν αὐτὸν εἰς Τάρταρον, δεηθείσης δὲ
Λητοῦς ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. ὁ
δὲ παραγενόμενος εἰς Φερὰς πρὸς Ἄδμητον τὸν Φέρη-
τος
τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βόας
πάσας διδυμοτόκους ἐποίησεν.

Anterior

Principal

Amunt

Següent