Textos d'Apol·lodor

 
III, 112-115: Naixement d'Hermes. Habilitats

Μαῖα μὲν οὖν ἡ πρεσβυτάτη Διὶ συνελθοῦσα ἐν
ἄντρῳ τῆς Κυλλήνης Ἑρμῆν τίκτει. οὗτος ἐν πρώτοις
<σπαργάνοις> ἐπὶ τοῦ λίκνου κείμενος, ἐκδὺς εἰς Πιε-
ρίαν
παραγίνεται, καὶ κλέπτει βόας ἃς ἔνεμεν Ἀπόλλων.
ἵνα δὲ μὴ φωραθείη ὑπὸ τῶν ἰχνῶν, ὑποδήματα τοῖς
ποσὶ περιέθηκε, καὶ κομίσας εἰς Πύλον τὰς μὲν λοιπὰς
εἰς σπήλαιον ἀπέκρυψε, δύο δὲ καταθύσας τὰς μὲν βύρ-
σας πέτραις καθήλωσε, τῶν δὲ κρεῶν τὰ μὲν κατην-
άλωσεν ἑψήσας τὰ δὲ κατέκαυσε. καὶ ταχέως εἰς Κυλ-
λήνην ᾤχετο. καὶ εὑρίσκει πρὸ τοῦ ἄντρου νεμομένην
χελώνην. ταύτην ἐκκαθάρας, εἰς τὸ κύτος χορδὰς ἐν-
τείνας ἐξ ὧν ἔθυσε βοῶν καὶ ἐργασάμενος λύραν εὗρε
καὶ πλῆκτρον. Ἀπόλλων δὲ τὰς βόας ζητῶν εἰς Πύλον
ἀφικνεῖται, καὶ τοὺς κατοικοῦντας ἀνέκρινεν. οἱ δὲ
ἰδεῖν μὲν παῖδα ἐλαύνοντα ἔφασκον, οὐκ ἔχειν δὲ εἰπεῖν
ποῖ ποτε ἠλάθησαν διὰ τὸ μὴ εὑρεῖν ἴχνος δύνασθαι.
μαθὼν δὲ ἐκ τῆς μαντικῆς τὸν κεκλοφότα πρὸς Μαῖαν
εἰς Κυλλήνην παραγίνεται, καὶ τὸν Ἑρμῆν ᾐτιᾶτο.
δὲ
ἐπέδειξεν αὐτὸν ἐν τοῖς σπαργάνοις. Ἀπόλλων δὲ
αὐτὸν πρὸς Δία κομίσας τὰς βόας ἀπῄτει. Διὸς δὲ
κελεύοντος ἀποδοῦναι ἠρνεῖτο. μὴ πείθων δὲ ἄγει τὸν
Ἀπόλλωνα εἰς Πύλον καὶ τὰς βόας ἀποδίδωσιν. ἀκούσας
δὲ τῆς λύρας ὁ Ἀπόλλων ἀντιδίδωσι τὰς βόας. Ἑρμῆς
δὲ ταύτας νέμων σύριγγα πάλιν πηξάμενος ἐσύριζεν.
Ἀπόλλων δὲ καὶ ταύτην βουλόμενος λαβεῖν, τὴν χρυσῆν
ῥάβδον ἐδίδου ἣν ἐκέκτητο βουκολῶν. ὁ δὲ καὶ ταύτην
λαβεῖν ἀντὶ τῆς σύριγγος ἤθελε καὶ τὴν μαντικὴν ἐπελ-
θεῖν· καὶ δοὺς διδάσκεται τὴν διὰ τῶν ψήφων μαντι-
κήν. Ζεὺς δὲ αὐτὸν κήρυκα ἑαυτοῦ καὶ θεῶν ὑπο-
χθονίων τίθησι.

Anterior

Principal

Amunt

Següent