Textos d'Apol·lodor

 
III, 78-79: Creont i Antígona

Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺς
τῶν Ἀργείων νεκροὺς ἔρριψεν ἀτάφους, καὶ κηρύξας
μηδένα θάπτειν φύλακας κατέστησεν. Ἀντιγόνη δέ,
μία τῶν Οἰδίποδος θυγατέρων, κρύφα τὸ Πολυνείκους
σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα ὑπὸ Κρέοντος
αὐτοῦ τῷ τάφῳ ζῶσα ἐνεκρύφθη. Ἄδραστος δὲ εἰς
Ἀθήνας ἀφικόμενος ἐπὶ τὸν ἐλέου βωμὸν κατέφυγε,
καὶ ἱκετηρίαν θεὶς ἠξίου θάπτειν τοὺς νεκρούς. οἱ δὲ
Ἀθηναῖοι μετὰ Θησέως στρατεύσαντες αἱροῦσι Θήβας
καὶ τοὺς νεκροὺς τοῖς οἰκείοις διδόασι θάψαι. τῆς
Καπανέως δὲ καιομένης πυρᾶς, Εὐάδνη, ἡ Καπανέως
μὲν γυνὴ θυγάτηρ δὲ Ἴφιος, ἑαυτὴν ἐμβαλοῦσα συγ-
κατεκαίετο.

Anterior

Principal

Amunt

Següent