Herodot I, 84-91

La caiguda de Sardes sota el domini dels perses, i destí de Cresos

Σάρδιες δὲ ἥλωσαν ὧδε· ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγέ-

νετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ

ἑωυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ

τείχεος δῶρα δώσειν. Μετὰ δὲ τοῦτο πειρησαμένης τῆς

στρατιῆς, ὡς οὐ προεχώρεε, ἐνθαῦτα τῶν ἄλλων πεπαυ-

μένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων, τῷ οὔνομα ἦν

Ὑροιάδης, κατὰ τοῦτο τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο

φύλακος· οὐ γὰρ ἦν δεινὸν κατὰ τοῦτο μὴ ἁλῷ κοτε·

ἀπότομός τε γάρ ἐστι ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος.

Τῇ οὐδὲ Μήλης ὁ πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ

περιήνεικε τὸν λέοντα τόν οἱ ἡ παλλακὴ ἔτεκε, Τελμησσέων

δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος

ἔσονται Σάρδιες ἀνάλωτοι· ὁ δὲ Μήλης κατὰ τὸ ἄλλο

τεῖχος περιενείκας, τῇ ἦν ἐπίμαχον [τὸ χωρίον] τῆς

ἀκροπόλιος, κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπό-

τομον. Ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος.

Ὁ ὦν δὴ Ὑροιάδης οὗτος ὁ Μάρδος, ἰδὼν τῇ προτεραίῃ

τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα

ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον,

ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο. Τότε δὲ δὴ αὐτός τε

ἀνεβεβήκεε καὶ κατ' αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον·

προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ

πᾶν τὸ ἄστυ ἐπορθέετο.

Κατ' αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο. Ἦν οἱ παῖς, τοῦ

καὶ πρότερον ἐπεμνήσθην, τὰ μὲν ἄλλα ἐπιεικής, ἄφωνος

δέ. Ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς

αὐτὸν ἐπεποιήκεε ἄλλα τε ἐπιφραζόμενος καὶ δὴ καὶ ἐς

Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους· ἡ δὲ Πυθίη

οἱ εἶπε τάδε·

«Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

μὴ βούλευ πολύευκτον ἰὴν ἀνὰ δώματ' ἀκούειν

παιδὸς φθεγγομένου. Τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.»

Ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων

ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων, Κροῖσος μέν νυν

ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε,

οὐδέ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν· ὁ δὲ παῖς οὗτος ὁ

ἄφωνος, ὡς εἶδε ἐπιόντα τὸν Πέρσην, ὑπὸ δέους τε καὶ

κακοῦ ἔρρηξε φωνήν, εἶπε δέ· «Ὤνθρωπε, μὴ κτεῖνε

Κροῖσον.» Οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο, μετὰ δὲ

τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης.

Οἱ δὲ Πέρσαι τάς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν

Κροῖσον ἐζώγρησαν, ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ

τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα, κατὰ τὸ χρη-

στήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχήν.

Λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον. Ὁ δὲ

συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπ' αὐτὴν τὸν Κροῖσόν

τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ' αὐτὸν

παῖδας, ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν

θεῶν ὅτεῳ δή, εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων, εἴτε καὶ

πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκεν

ἀνεβίβασε ἐπὶ τὴν πυρήν, βουλόμενος εἰδέναι εἴ τίς μιν

δαιμόνων ῥύσεται τοῦ μὴ ζώοντα κατακαυθῆναι. Τὸν μὲν

δὴ ποιέειν ταῦτα. Τῷ δὲ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς

ἐσελθεῖν, καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος,

ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον, τὸ «μηδένα εἶναι τῶν

ζωόντων ὄλβιον». Ὡς δὲ ἄρα μιν προσστῆναι τοῦτο, ἀνε-

νεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίης ἐς

τρὶς ὀνομάσαι «Σόλων». Καὶ τὸν Κῦρον ἀκούσαντα

κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα

τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν.

Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον, μετὰ δέ, ὡς

ἠναγκάζετο, εἰπεῖν· «Τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετί-

μησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν.» Ὡς δέ σφι

ἄσημα ἔφραζε, πάλιν ἐπειρώτων τὰ λεγόμενα. Λιπα-

ρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων, ἔλεγε δὴ ὡς ἦλθε

ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν

ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἴπας, ὥς τε αὐτῷ

πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε, οὐδέν τι μᾶλλον

ἐς ἑωυτὸν λέγων ἢ <οὐκ> ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ

μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι.

Τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι, τῆς δὲ πυρῆς ἤδη

ἁμμένης καίεσθαι τὰ περιέσχατα. Καὶ τὸν Κῦρον ἀκούσαντα

τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα τε καὶ ἐννώ-

σαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενό-

μενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω, ζώοντα πυρὶ διδοίη,

πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς

οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον, κελεύειν

σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν

Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου. Καὶ τοὺς πειρωμένους

οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι. Ἐνθαῦτα λέγεται

ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν, ὡς

ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ, δυναμένους δὲ

οὐκέτι καταλαβεῖν, ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικα-

λεόμενον, εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη, παρα-

στῆναι καὶ ῥύσασθαί μιν ἐκ τοῦ παρεόντος κακοῦ. Τὸν μὲν

δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ

νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε

καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε

τὴν πυρήν. Οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος

καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός, καταβιβάσαντα αὐτὸν ἀπὸ

τῆς πυρῆς εἰρέσθαι τάδε· «Κροῖσε, τίς σε ἀνθρώπων

ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ

φίλου ἐμοὶ καταστῆναι;» Ὁ δὲ εἶπε· «Ὦ βασιλεῦ, ἐγὼ

ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ ἐμεωυτοῦ δὲ κακο-

δαιμονίῃ· αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπάρας

ἐμὲ στρατεύεσθαι. Οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις

πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες

τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας.

Ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι.»

Ὁ μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε

ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπε-

θώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες

πάντες. Ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν. Μετὰ δὲ

ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν

ἄστυ κεραΐζοντας εἶπε· «Ὦ βασιλεῦ, κότερον λέγειν πρὸς

σὲ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή;»

Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο. Ὁ δὲ

αὐτὸν εἰρώτα λέγων· «Οὗτος ὁ πολλὸς ὅμιλος τί ταῦτα

πολλῇ σπουδῇ ἐργάζεται;» Ὁ δὲ εἶπε· «Πόλιν τε τὴν

σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει.» Κροῖσος δὲ

ἀμείβετο· «Οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ

διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί

τε καὶ ἄγουσι τὰ σά.» Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ

Κροῖσος εἶπε, μεταστησάμενος δὲ τοὺς ἄλλους εἴρετο

Κροῖσον ὅ τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι. Ὁ δὲ εἶπε·

«Ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί, δικαιῶ, εἴ τι ἐνορέω

πλέον, σημαίνειν σοί. Πέρσαι, φύσιν ἐόντες ὑβρισταί, εἰσὶ

ἀχρήματοι. Ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ

κατασχόντας χρήματα μεγάλα, τάδε τοι ἐξ αὐτῶν ἐπίδοξα

γενέσθαι· ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ, τοῦτον προσδέ-

κεσθαί τοι ἐπαναστησόμενον. Νῦν ὦν ποίησον ὧδε, εἴ τοι

ἀρέσκει τὰ ἐγὼ λέγω· κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι

τῇσι πύλῃσι φυλάκους, οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας

τὰ χρήματα ἀπαιρεόμενοι ὥς σφεα ἀναγκαίως ἔχει δεκα-

τευθῆναι τῷ Διί. Καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ

ἀπαιρεόμενος τὰ χρήματα, καὶ ἐκεῖνοι συγγνόντες ποιέειν

σε δίκαια ἑκόντες προήσουσι.»

Ταῦτα ἀκούων ὁ Κῦρος ὑπερήδετο, ὥς οἱ ἐδόκεε εὖ ὑποτί-

θεσθαι· αἰνέσας δὲ πολλὰ καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι

τὰ Κροῖσος ὑπεθήκατο ἐπιτελέειν, εἶπε πρὸς Κροῖσον τάδε·

«Κροῖσε, ἀναρτημένου σέο ἀνδρὸς βασιλέος χρηστὰ ἔργα

καὶ ἔπεα ποιέειν, αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι

παραυτίκα.» Ὁ δὲ εἶπε· «Ὦ δέσποτα, ἐάσας με χαριέαι

μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων, τὸν ἐγὼ ἐτίμησα θεῶν

μάλιστα, ἐπειρέσθαι, πέμψαντα τάσδε τὰς πέδας, εἰ

ἐξαπατᾶν τοὺς εὖ ποιεῦντας νόμος ἐστί οἱ.» Κῦρος δὲ

εἴρετο ὅ τι οἱ τοῦτο ἐπηγορέων παραιτέοιτο. Κροῖσος δέ οἱ

ἐπαλιλλόγησε πᾶσαν τὴν ἑωυτοῦ διάνοιαν καὶ τῶν χρηστη-

ρίων τὰς ὑποκρίσις καὶ μάλιστα τὰ ἀναθήματα καὶ ὡς ἐπαρ-

θεὶς τῷ μαντηίῳ ἐστρατεύσατο ἐπὶ Πέρσας. Λέγων δὲ ταῦτα

κατέβαινε αὖτις παραιτεόμενος ἐπεῖναί οἱ τῷ θεῷ τοῦτο

ὀνειδίσαι. Κῦρος δὲ γελάσας εἶπε· «Καὶ τούτου τεύξεαι

παρ' ἐμέο, Κροῖσε, καὶ ἄλλου παντὸς τοῦ ἂν ἑκάστοτε

δέῃ.» Ὡς δὲ ταῦτα ἤκουσε ὁ Κροῖσος, πέμπων τῶν Λυδῶν

ἐς Δελφοὺς ἐνετέλλετο τιθέντας τὰς πέδας ἐπὶ τοῦ νηοῦ

τὸν οὐδὸν εἰρωτᾶν εἰ οὔ τι ἐπαισχύνεται τοῖσι μαντηίοισι

ἐπάρας Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας ὡς κατα-

παύσοντα τὴν Κύρου δύναμιν, ἀπ' ἧς οἱ ἀκροθίνια τοιαῦτα

γενέσθαι, δεικνύντας τὰς πέδας· ταῦτά τε ἐπειρωτᾶν καὶ

εἰ ἀχαρίστοισι νόμος εἶναι τοῖσι Ἑλληνικοῖσι θεοῖσι.

Ἀπικομένοισι δὲ τοῖσι Λυδοῖσι καὶ λέγουσι τὰ ἐντε-

ταλμένα τὴν Πυθίην λέγεται εἰπεῖν τάδε· «Τὴν πεπρω-

μένην μοῖραν ἀδύνατά ἐστι ἀποφυγεῖν καὶ θεῷ. Κροῖσος δὲ

πέμπτου γονέος ἁμαρτάδα ἐξέπλησε, ὃς ἐὼν δορυφόρος

Ἡρακλειδέων δόλῳ γυναικηίῳ ἐπισπόμενος ἐφόνευσε τὸν

δεσπότην καὶ ἔσχε τὴν ἐκείνου τιμὴν οὐδέν οἱ προσήκουσαν.

Προθυμεομένου δὲ Λοξίεω ὅκως ἂν κατὰ τοὺς παῖδας τοῦ

Κροίσου γένοιτο τὸ Σαρδίων πάθος καὶ μὴ κατ' αὐτὸν

Κροῖσον, οὐκ οἷός τε ἐγένετο παραγαγεῖν Μοίρας. Ὅσον

δὲ ἐνέδωκαν αὗται, ἤνυσέ τε καὶ ἐχαρίσατό οἱ· τρία γὰρ

ἔτεα ἐπανεβάλετο τὴν Σαρδίων ἅλωσιν· καὶ τοῦτο ἐπι-

στάσθω Κροῖσος, ὡς ὕστερον τοῖσι ἔτεσι τούτοισι ἁλοὺς

τῆς πεπρωμένης. Δεύτερα δὲ τούτων καιομένῳ αὐτῷ

ἐπήρκεσε. Κατὰ δὲ τὸ μαντήιον τὸ γενόμενον οὐκ ὀρθῶς

Κροῖσος μέμφεται. Προηγόρευε γάρ οἱ Λοξίης, ἢν στρα-

τεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν.

Τὸν δὲ πρὸς ταῦτα χρῆν, εὖ μέλλοντα βουλεύεσθαι, ἐπει-

ρέσθαι πέμψαντα κότερα τὴν ἑωυτοῦ ἢ τὴν Κύρου λέγοι

ἀρχήν. Οὐ συλλαβὼν δὲ τὸ ῥηθὲν οὐδ' ἐπανειρόμενος

ἑωυτὸν αἴτιον ἀποφαινέτω. [ᾧ] Καὶ τὸ τελευταῖον χρηστη-

ριαζομένῳ [εἶπε] τὰ εἶπε Λοξίης περὶ ἡμιόνου, οὐδὲ τοῦτο

συνέλαβε. Ἦν γὰρ δὴ ὁ Κῦρος οὗτος ἡμίονος· ἐκ γὰρ

δυῶν οὐκ ὁμοεθνέων ἐγεγόνεε, μητρὸς ἀμείνονος, πατρὸς

δὲ ὑποδεεστέρου· ἡ μὲν γὰρ ἦν Μηδὶς καὶ Ἀστυάγεος

θυγάτηρ τοῦ Μήδων βασιλέος, ὁ δὲ Πέρσης τε ἦν καὶ

ἀρχόμενος ὑπ' ἐκείνοισι, καὶ ἔνερθε ἐὼν τοῖσι ἅπασι

δεσποίνῃ τῇ ἑωυτοῦ συνοίκεε.» Ταῦτα μὲν ἡ Πυθίη

ὑπεκρίνατο τοῖσι Λυδοῖσι, οἱ δὲ ἀνήνεικαν ἐς Σάρδις καὶ

ἀπήγγειλαν Κροίσῳ. Ὁ δὲ ἀκούσας συνέγνω ἑωυτοῦ εἶναι

τὴν ἁμαρτάδα καὶ οὐ τοῦ θεοῦ.

Anterior

Principal

Amunt

Següent

ELECTRA