Herodot I, 107-122

La història de Cir [naixement, abandonament, estada a casa del bover, reconeixement i càstig d'Hàrpagos]

Ἐκδέκεται δὲ Ἀστυάγης ὁ Κυαξάρεω παῖς τὴν βασι-

ληίην. Καί οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην,

τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε

πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν, ἐπικατακλύσαι δὲ καὶ τὴν

Ἀσίην πᾶσαν. Ὑπερθέμενος δὲ τῶν μάγων τοῖσι ὀνειρο-

πόλοισι τὸ ἐνύπνιον, ἐφοβήθη παρ' αὐτῶν αὐτὰ ἕκαστα

μαθών. Μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς

ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα,

δεδοικὼς τὴν ὄψιν, ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμ-

βύσης, τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς, τρόπου δὲ

ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.

Συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης ὁ Ἀστυάγης

τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν· ἐδόκεε [δέ] οἱ ἐκ τῶν

αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον, τὴν δὲ

ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν. Ἰδὼν δὲ τοῦτο καὶ

ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι μετεπέμψατο ἐκ τῶν

Περσέων τὴν θυγατέρα ἐπίτοκα ἐοῦσαν, ἀπικομένην δὲ

ἐφύλασσε βουλόμενος τὸ γεννώμενον ἐξ αὐτῆς διαφθεῖραι·

ἐκ γάρ οἱ τῆς ὄψιος τῶν μάγων οἱ ὀνειροπόλοι ἐσήμαινον

ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ

ἐκείνου. Ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς

ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον, ἄνδρα οἰκήιον καὶ

πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ,

ἔλεγέ οἱ τοιάδε· «Ἅρπαγε, πρῆγμα τὸ ἄν τοι προσθέω,

μηδαμῶς παραχρήσῃ, μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους

ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς. Λάβε τὸν

Μανδάνη ἔτεκε παῖδα, φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον·

μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι.» Ὁ δὲ ἀμεί-

βεται· «Ὦ βασιλεῦ, οὔτε ἄλλοτέ κω παρεῖδες ἀνδρὶ τῷδε

ἄχαρι οὐδέν, φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα

χρόνον μηδὲν ἐξαμαρτεῖν. Ἀλλ' εἴ τοι φίλον τοῦτο οὕτω

γίνεσθαι, χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως.»

Τούτοισι ἀμειψάμενος ὁ Ἅρπαγος, ὥς οἱ παρεδόθη τὸ

παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ, ἤιε κλαίων ἐς τὰ

οἰκία· παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα

Ἀστυάγεος ῥηθέντα λόγον. Ἡ δὲ πρὸς αὐτὸν λέγει· «Νῦν

ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν;» Ὁ δὲ ἀμείβεται· «Οὐ

τῇ ἐνετέλλετο Ἀστυάγης, οὐδ' εἰ παραφρονήσει τε καὶ

μανέεται κάκιον ἢ νῦν μαίνεται, οὔ οἱ ἔγωγε προσθήσομαι

τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω. Πολλῶν δὲ

εἵνεκα οὐ φονεύσω μιν, καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστι ὁ

παῖς, καὶ ὅτι Ἀστυάγης μέν ἐστι γέρων καὶ ἄπαις ἔρσενος

γόνου· εἰ δ' ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγα-

τέρα ταύτην ἀναβῆναι ἡ τυραννίς, τῆς νῦν τὸν υἱὸν κτείνει

δι' ἐμέο, ἄλλο τι ἢ λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων ὁ

μέγιστος; Ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον

τελευτᾶν τὸν παῖδα, δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ

φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν.» Ταῦτα εἶπε καὶ αὐτίκα

ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν

ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριω-

δέστατα, τῷ οὔνομα ἦν Μιτραδάτης. Συνοίκεε δὲ ἑωυτοῦ

συνδούλῃ, οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ

τὴν Ἑλλήνων γλῶσσαν, κατὰ δὲ τὴν Μηδικὴν Σπακώ· τὴν

γὰρ κύνα καλέουσι σπάκα Μῆδοι. Αἱ δὲ ὑπώρειαί εἰσι τῶν

ὀρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βου-

κόλος, πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς

τοῦ πόντου τοῦ Εὐξείνου. Ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χώρη

πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι

συνηρεφής, ἡ δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος.

Ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο,

ἔλεγε ὁ Ἅρπαγος τάδε· «Κελεύει σε Ἀστυάγης τὸ παιδίον

τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων, ὅκως

ἂν τάχιστα διαφθαρείη. Καὶ τάδε τοι ἐκέλευσε εἰπεῖν, ἢν

μὴ ἀποκτείνῃς αὐτό, ἀλλά τεῳ τρόπῳ περιποιήσῃς, ὀλέθρῳ

τῷ κακίστῳ σε διαχρήσεσθαι. Ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι

ἐγώ.» Ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον

ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν.

Τῷ δ' ἄρα καὶ αὐτῷ ἡ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην,

τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς

πόλιν. Ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι, ὁ

μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, ἡ δὲ γυνὴ ὅ τι οὐκ

ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα. Ἐπείτε

δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ

εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετε-

πέμψατο. Ὁ δὲ εἶπε· «Ὦ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν

καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὤφελον μήτε κοτὲ γενέσθαι ἐς

δεσπότας τοὺς ἡμετέρους. Οἶκος μὲν πᾶς Ἁρπάγου

κλαυθμῷ κατείχετο· ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω. Ὡς δὲ

τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε

καὶ κραγγανόμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι

ποικίλῃ. Ἅρπαγος δὲ ὡς εἶδέ με, ἐκέλευε τὴν ταχίστην

ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα

θηριωδέστατον εἴη τῶν ὀρέων, φὰς Ἀστυάγεα εἶναι τὸν

ταῦτα ἐπιθέμενόν μοι, πόλλ' ἀπειλήσας εἰ μή σφεα

ποιήσαιμι. Καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος

οἰκετέων εἶναι· οὐ γὰρ ἄν κοτε κατέδοξα ἔνθεν γε ἦν.

Ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον,

πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου.

Καὶ πρόκατε δὴ κατ' ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον

θεράποντος ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ

βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος

θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου, καί μιν Ἀστυάγης ἐν-

τέλλεται ἀποκτεῖναι. Νῦν τε ὅδε ἐστί.» Ἅμα τε ταῦτα ἔλεγε

ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε. Ἡ δὲ ὡς εἶδε τὸ

παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν, δακρύσασα καὶ λαβομένη τῶν

γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν.

Ὁ δὲ οὐκ ἔφη οἷός τε εἶναι ἄλλως αὐτὰ ποιέειν· ἐπιφοι-

τήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπο-

λέεσθαί τε κάκιστα ἢν μή σφεα ποιήσῃ. Ὡς δὲ οὐκ ἔπειθε

ἄρα τὸν ἄνδρα, δεύτερα λέγει ἡ γυνὴ τάδε· «Ἐπεὶ τοίνυν

οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον· εἰ

δὴ πᾶσά [γε] ἀνάγκη ὀφθῆναι ἐκκείμενον, τέτοκα γὰρ καὶ

ἐγώ, τέτοκα δὲ τεθνεός, τοῦτο μὲν φέρων πρόθες, τὸν δὲ

τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέ-

φωμεν. Καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας,

οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται· ὅ τε γὰρ τεθνεὼς

βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν

ψυχήν.» Κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα

εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίεε ταῦτα· τὸν μὲν

ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ

γυναικί, τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ

ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον· κοσμήσας δὲ τῷ κόσμῳ

παντὶ τοῦ ἑτέρου παιδός, φέρων ἐς τὸ ἐρημότατον τῶν

ὀρέων τιθεῖ. Ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ

ἐγένετο, ἤιε ἐς πόλιν ὁ βουκόλος, τῶν τινα προβοσκῶν

φύλακον αὐτοῦ καταλιπών, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀπο-

δεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν.

Πέμψας δὲ ὁ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστο-

τάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ

παιδίον. Καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τούτων

Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βου-

κόλου, οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη.

Καὶ ὅτε δὴ ἦν δεκαέτης ὁ παῖς, πρῆγμα ἐς αὐτὸν

τοιόνδε γενόμενον ἐξέφηνέ μιν. Ἔπαιζε ἐν τῇ κώμῃ

ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι [αὗται], ἔπαιζε δὲ

μετ' ἄλλων ἡλίκων ἐν ὁδῷ. Καὶ οἱ παῖδες παίζοντες εἵλοντο

ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπί-

κλησιν παῖδα. Ὁ δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκο-

δομέειν, τοὺς δὲ δορυφόρους εἶναι, τὸν δέ κού τινα αὐτῶν

ὀφθαλμὸν βασιλέος εἶναι, τῷ δέ τινι τὰς ἀγγελίας ἐσφέρειν

ἐδίδου γέρας, ὡς ἑκάστῳ ἔργον προστάσσων. Εἷς δὴ τούτων

τῶν παίδων συμπαίζων, ἐὼν Ἀρτεμβάρεος παῖς, ἀνδρὸς

δοκίμου ἐν Μήδοισι, οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ

τοῦ Κύρου, ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν,

πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως

κάρτα περιέσπε μαστιγῶν. Ὁ δέ, ἐπείτε ἐμετείθη τάχιστα,

ὥς γε δὴ ἀνάξια ἑωυτοῦ παθὼν μᾶλλόν τι περιημέκτεε,

κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν

ὑπὸ Κύρου ἤντησε, λέγων [δὲ] οὐ Κύρου (οὐ γάρ κω ἦν

τοῦτο τοὔνομα), ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος

παιδός. Ὁ δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν

Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα

ἔφη πεπονθέναι, λέγων· «Ὦ βασιλεῦ, ὑπὸ τοῦ σοῦ δούλου,

βουκόλου δὲ παιδός, ὧδε περιυβρίσμεθα», δεικνὺς τοῦ

παιδὸς τοὺς ὤμους. Ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης,

θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα,

μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα· ἐπείτε δὲ

παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης·

ἔφη· «Σὺ δὴ ἐὼν τούτου τοιούτου ἐόντος παῖς ἐτόλμησας

τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρ' ἐμοὶ ἀεικείῃ τοιῇδε

περισπεῖν;» Ὁ δὲ ἀμείβετο ὧδε· «Ὦ δέσποτα, ἐγὼ δὴ

ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ. Οἱ γάρ με ἐκ τῆς κώμης

παῖδες, τῶν καὶ ὅδε ἦν, παίζοντες σφέων αὐτῶν ἐστή-

σαντο βασιλέα· ἐδόκεον γάρ σφι εἶναι ἐς τοῦτο ἐπιτη-

δεότατος. Οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπε-

τέλεον, οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα, ἐς

ὃ ἔλαβε τὴν δίκην. Εἰ ὦν δὴ τούτου εἵνεκεν ἄξιός τεο

κακοῦ εἰμι, ὅδε τοι πάρειμι.» Ταῦτα λέγοντος τοῦ παιδὸς

τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ, καί οἱ ὅ τε χαρακτὴρ

τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ἡ ὑπό-

κρισις ἐλευθεριωτέρη εἶναι, ὅ τε χρόνος τῆς ἐκθέσιος τῇ

ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν. Ἐκπλαγεὶς δὲ τού-

τοισι ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δὲ δή κοτε ἀνενειχθεὶς

εἶπε, θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα, ἵνα τὸν βουκόλον

μοῦνον λαβὼν βασανίσῃ· «Ἀρτέμβαρες, ἐγὼ ταῦτα ποιήσω

ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι.» Τὸν

μὲν δὴ Ἀρτεμβάρεα πέμπει, τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ

θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος. Ἐπεὶ δὲ ὑπελέ-

λειπτο ὁ βουκόλος μοῦνος μουνόθεν, τάδε αὐτὸν εἴρετο ὁ

Ἀστυάγης, κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς.

Ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν

εἶναι ἔτι παρ' ἑωυτῷ. Ἀστυάγης δέ μιν οὐκ εὖ βουλεύεσθαι

ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι, ἅμα τε

λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν.

Ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα

λόγον. Ἀρχόμενος δὲ ἀπ' ἀρχῆς διεξήιε τῇ ἀληθείῃ

χρεώμενος καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ

κελεύων ἔχειν αὐτόν.

Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφή-

ναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο, Ἁρπάγῳ δὲ καὶ

μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους

ἐκέλευε. Ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετό μιν ὁ

Ἀστυάγης· «Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο

τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς;» Ὁ δὲ

Ἅρπαγος, ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται

ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται, ἀλλὰ λέγει

τάδε· «Ὦ βασιλεῦ, ἐπείτε παρέλαβον τὸ παιδίον, ἐβού-

λευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον καὶ ἐγὼ πρὸς

σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ

σοὶ εἴην αὐθέντης. Ποιέω δὲ ὧδε· καλέσας τὸν βουκόλον

τόνδε παραδίδωμι τὸ παιδίον, φὰς σέ τε εἶναι τὸν κελεύοντα

ἀποκτεῖναι αὐτό· καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σὺ

γὰρ ἐνετέλλεο οὕτω. Παραδίδωμι μέντοι τῷδε κατὰ τάδε,

ἐντειλάμενος θεῖναί μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα

φυλάσσειν ἄχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν

μὴ τάδε ἐπιτελέα ποιήσῃ. Ἐπείτε δὲ ποιήσαντος τούτου

τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνού-

χων τοὺς πιστοτάτους καὶ εἶδον δι' ἐκείνων καὶ ἔθαψά μιν.

Οὕτως ἔσχε, ὦ βασιλεῦ, περὶ τοῦ πρήγματος τούτου, καὶ

τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς.» Ἅρπαγος μὲν δὴ τὸν

ἰθὺν ἔφαινε λόγον, Ἀστυάγης δὲ κρύπτων τόν οἱ ἐνεῖχε

χόλον διὰ τὸ γεγονός, πρῶτα μέν, κατά περ ἤκουσε αὐτὸς

πρὸς τοῦ βουκόλου τὸ πρῆγμα, πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ,

μετὰ δέ, ὥς οἱ ἐπαλιλλόγητο, κατέβαινε λέγων ὡς περίεστί

τε ὁ παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς. «Τῷ τε γὰρ πεποιη-

μένῳ», ἔφη λέγων, «ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως

καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην.

Ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης, τοῦτο μὲν τὸν σεωυτοῦ

παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα, τοῦτο δέ

(σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη

πρόσκειται) πάρισθί μοι ἐπὶ δεῖπνον.» Ἅρπαγος μὲν ὡς

ἤκουσε ταῦτα προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι

τε ἡ ἁμαρτάς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι

χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο, ἤιε ἐς τὰ οἰκία. Ἐσελθὼν

δὲ τὴν ταχίστην, ἦν γάρ οἱ παῖς εἷς μοῦνος, [ἔτη] τρία καὶ

δέκα κου μάλιστα ἔτεα γεγονώς, τοῦτον ἐκπέμπει, ἰέναι τε

κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν ὅ τι ἂν ἐκεῖνος κελεύῃ.

Αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρή-

σαντα. Ἀστυάγης δέ, ὥς οἱ ἀπίκετο ὁ Ἁρπάγου παῖς,

σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε, τὰ

δὲ ἥψησε τῶν κρεῶν, εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα.

Ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε

ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος, τοῖσι μὲν ἄλλοισι καὶ

αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων

κρεῶν, Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ, πλὴν κεφαλῆς

τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν, τἆλλα πάντα· ταῦτα

δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα. Ὡς δὲ τῷ

Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετό

μιν εἰ ἡσθείη τι τῇ θοίνῃ. Φαμένου δὲ Ἁρπάγου καὶ κάρτα

ἡσθῆναι παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ

παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας,

Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ

λαβεῖν τὸ βούλεται αὐτῶν. Πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ

ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα· ἰδὼν δὲ οὔτε

ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται. Εἴρετο δὲ αὐτὸν ὁ

Ἀστυάγης εἰ γινώσκοι ὅτεο θηρίου κρέα βεβρώκοι. Ὁ δὲ

καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς

ἔρδῃ. Τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ

τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία. Ἐνθεῦτεν δὲ ἔμελλε, ὡς ἐγὼ

δοκέω, ἁλίσας θάψειν τὰ πάντα.

Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε. Κύρου

δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν μάγων οἳ τὸ

ἐνύπνιόν οἱ ταύτῃ ἔκριναν· ἀπικομένους δὲ εἴρετο ὁ

Ἀστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν. Οἱ δὲ κατὰ ταὐτὰ

εἶπαν, λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα εἰ ἐπέζωσε

καὶ μὴ ἀπέθανε πρότερον. Ὁ δὲ ἀμείβεται αὐτοὺς τοῖσδε·

«Ἔστι τε ὁ παῖς καὶ περίεστι. Καί μιν ἐπ' ἀγροῦ διαιτώ-

μενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα· ὁ δὲ

πάντα ὅσα περ οἱ ἀληθέϊ λόγῳ βασιλέες ἐτελέωσε ποιήσας·

καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ

τὰ λοιπὰ πάντα διατάξας ἦρχε. Καὶ νῦν ἐς τί ὑμῖν ταῦτα

φαίνεται φέρειν;» Εἶπαν οἱ μάγοι· «Εἰ μὲν περίεστί τε

καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός, θάρσεέ τε

τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν· οὐ γὰρ ἔτι τὸ δεύτερον

ἄρξει. Παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε,

καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς

ἔρχεται.» Ἀμείβεται ὁ Ἀστυάγης τοῖσδε· «Καὶ αὐτός, ὦ

μάγοι, ταύτῃ πλεῖστος γνώμην εἰμί, βασιλέος ὀνομασθέντος

τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον

εἶναι δεινὸν ἔτι οὐδέν. Ὅμως μέντοι συμβουλεύσατέ μοι

εὖ περισκεψάμενοι, τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε

τῷ ἐμῷ καὶ ὑμῖν.ή Εἶπαν πρὸς ταῦτα οἱ μάγοι· ἆὮ

βασιλεῦ, καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι

ἀρχὴν τὴν σήν. Κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα

τοῦτον περιιοῦσα ἐόντα Πέρσην, καὶ ἡμεῖς ἐόντες Μῆδοι

δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περ-

σέων, ἐόντες ξεῖνοι· σέο δ' ἐνεστεῶτος βασιλέος, ἐόντος

πολιήτεω, καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο

μεγάλας ἔχομεν. Οὕτω ὦν πάντως ἡμῖν σέο τε καὶ τῆς σῆς

ἀρχῆς προοπτέον ἐστί. Καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν,

πᾶν ἂν σοὶ προεφράζομεν. Νῦν δὲ ἀποσκήψαντος τοῦ

ἐνυπνίου ἐς φλαῦρον αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα

τοιαῦτα παρακελευόμεθα. Τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν

ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους.ή Ἀκούσας

ταῦτα ὁ Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ

οἱ τάδε· «Ὦ παῖ, σὲ γὰρ ἐγὼ δι' ὄψιν ὀνείρου οὐ τελέην

ἠδίκεον, τῇ σεωτοῦ δὲ μοίρῃ περίεις· νῦν ὦν ἴθι χαίρων ἐς

Πέρσας, πομποὺς δὲ ἐγὼ ἅμα πέμψω. Ἐλθὼν δὲ ἐκεῖ

πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν

βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ.»

Ταῦτα εἴπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον. Νοστή-

σαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινά-

μενοι, καὶ δεξάμενοι ὡς ἐπύθοντο, μεγάλως ἀσπάζοντο οἷα

δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι, ἱστόρεόν τε ὅτεῳ

τρόπῳ περιγένοιτο. Ὁ δέ σφι ἔλεγε, φὰς πρὸ τοῦ μὲν οὐκ

εἰδέναι ἀλλὰ ἡμαρτηκέναι πλεῖστον, κατ' ὁδὸν δὲ πυθέσθαι

πᾶσαν τὴν ἑωυτοῦ πάθην· ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου

τοῦ Ἀστυάγεος εἴη παῖς, ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν

πάντα λόγον τῶν πομπῶν πυθέσθαι. Τραφῆναι δὲ ἔλεγε ὑπὸ

τῆς τοῦ βουκόλου γυναικός, ἤιέ τε ταύτην αἰνέων διὰ

παντός, ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα ἡ Κυνώ. Οἱ δὲ

τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο, ἵνα θειοτέρως

δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι ὁ παῖς, κατέβαλον

φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε. Ἐνθεῦτεν μὲν

ἡ φάτις αὕτη κεχώρηκε.

Anterior

Principal

Amunt

Següent

ELECTRA