29. Zeus, Prometeu, Atena i Momos (100P) |
|
ΖΕΥΣ,
ΠΡΟΜΗΘΕΥΣ,
ΑΘΗΝΑ, ΜΩΜΟΣ |
|
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες
ὁ μὲν ταῦρον,
Προμηθεὺς δὲ ἄνθρωπον,
ἡ δὲ οἶκον Μῶμον κριτὴν εἵλοντο. ὁ δὲ φθονήσας
τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν
μὲν Δία ἡμαρτηκέναι τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα,
ἵνα βλέπῃ,
ποῦ τύπτει, τὸν δὲ
Προμηθέα,
διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν,
ἵνα μὴ λανθάνωσιν οἱ
πονηροί,
φανερὸν δὲ ᾖ,
τί ἕκαστος κατὰ νοῦν
ἔχει.
τρίτον δὲ ἔλεγεν, ὡς ἔδει
τὴν Ἀθηνᾶν τῷ οἴκῳ τροχοὺς ὑποθεῖναι,
ἵνα,
ἐὰν
πονηρῷ τις παροικισθῇ
γείτονι,
ῥᾳδίως μεταβαίνῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ
Ὀλύμπου αὐτὸν ἐξέβαλεν.
ὁ λόγος δηλοῖ,
ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον,
ὃ μὴ πάντως περί τι
ψόγον ἐπιδέχεται. |
|