30. La guineu i el boc (9P)
|
|
ΑΛΩΠΗΞ ΚΑΙ ΤΡΑΓΟΣ |
|
ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα.
τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ,
θεασάμενος αὐτὴν ἐπυνθάνετο,
εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν
ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα
ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν
καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην
ὁρᾶν τότε τὴν ἐπιθυμίαν
καὶ ἅμα τῷ τὴν δίψαν
σβέσαι ἀναδῦναι μετὰ τῆς
ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων
σωτηρίαν. “ἐὰν γὰρ
θελήσῃς τοὺς ἐμπροσθίους
πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα,
ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω.“ τοῦ δὲ καὶ πρὸς
τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν
σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ
ἀπ'
ἐκείνου ἐπὶ τὰ κέρατα
διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο.
τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ
ἐπιστραφεῖσα εἶπεν· “ὦ οὗτος, ἀλλ'
εἰ τοσαύτας φρένας εἶχες,
ὅσας ἐν τῷ πώγωνι τρίχας,
οὐ πρότερον ἂν καταβεβήκεις
πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.“
οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων
σκοπεῖν,
εἶθ' οὕτως αὐτοῖς
ἐγχειρεῖν. |