24. El dofí i la mona (75P) |
|
ΔΕΛΦΙΣ ΚΑΙ ΠΙΘΗΚΟΣ |
|
ἔθος ἐστὶ
τοῖς πλέουσιν ἐπάγεσθαι κύνας
Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων
πίθηκον συνανήνεγκε.
γενομένων δὲ αὐτῶν κατὰ τὸ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον)
συνέβη χειμῶνα σφοδρὸν
γενέσθαι.
περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμβώντων
καὶ
ὁ πίθηκος ἐνήχετο.
δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξελθὼν διεκόμιζεν.
ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν τῶν Ἀθηναίων λιμένα,
ἐπυνθάνετο τοῦ πιθήκου,
εἰ
τὸ γένος Ἀθηναῖός ἐστι. τοῦ
δὲ εἰπόντος
καὶ
λαμπρῶν γε ἐνταῦθα
τετυχηκέναι
γονέων,
ἐκ δευτέρου ἠρώτα αὐτόν,
εἰ ἐπίσταται τὸν Πειραιᾶ.
καὶ
ὃς ὑπολαβὼν
αὐτὸν ἄνθρωπον λέγειν
ἔφασκε
καὶ φίλον αὐτοῦ εἶναι
καὶ συνήθη. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν
ἀπέπνιξεν.
πρὸς ἄνδρα ψευδολόγον. |
|