Textos d'Apol·lodor
I, 19-27: |
Naixements d'Hefest i d'Atena. Descendència de Zeus i Leto: Àrtemis i Apol·lo. Morts de Màrsias i Orió. |
῞Ηρα
δὲ χωρὶς εὐνῆς ἐγέννησεν ῞Ηφαιστον· ὡς δὲ ῞Ομηρος
λέγει, καὶ τοῦτον ἐκ Διὸς ἐγέννησε. ῥίπτει δὲ αὐτὸν ἐξ οὐρανοῦ Ζεὺς ῞Ηρᾳ
δεθείσῃ βοηθοῦντα· ταύτην γὰρ ἐκρέμασε Ζεὺς ἐξ ᾿Ολύμπου
χειμῶνα ἐπιπέμψασαν ῾Ηρακλεῖ, ὅτε Τροίαν ἑλὼν ἔπλει. πεσόντα δ᾿ ῞Ηφαιστον ἐν
Λήμνῳ καὶ πηρωθέντα τὰς
βάσεις διέσωσε Θέτις. μίγνυται
δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας ὑπὲρ τοῦ μὴ συνελθεῖν, καὶ
αὐτὴν γενομένην ἔγκυον καταπίνει φθάσας, ἐπείπερ ἔλεγε
γεννήσειν παῖδα μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς οὐρανοῦ
δυνάστης γενήσεται. τοῦτο φοβηθεὶς κατέπιεν αὐτήν· ὡς δ᾿ ὁ τῆς γενέσεως
ἐνέστη χρόνος, πλήξαντος
αὐτοῦ τὴν κεφαλὴν πελέκει Προμηθέως ἢ καθάπερ ἄλλοι λέγουσιν ῾Ηφαίστου, ἐκ
κορυφῆς, ἐπὶ ποταμοῦ Τρίτωνος, ᾿Αθηνᾶ σὺν ὅπλοις ἀνέθορεν. τῶν
δὲ Κοίου θυγατέρων ᾿Αστερία μὲν ὁμοιωθεῖσα ὄρτυγι ἑαυτὴν εἰς
θάλασσαν ἔρριψε, φεύγουσα τὴν πρὸς Δία συνουσίαν· καὶ πόλις ἀπ᾿ ἐκείνης
᾿Αστερία πρότερον κληθεῖσα, ὕστερον δὲ Δῆλος. Λητὼ δὲ συνελθοῦσα Διὶ κατὰ τὴν γῆν ἅπασαν ὑφ᾿
῞Ηρας ἠλαύνετο, μέχρις
εἰς Δῆλον ἐλθοῦσα γεννᾷ πρώτην ῎Αρτεμιν, ὑφ᾿ ἧς μαιωθεῖσα ὕστερον ᾿Απόλλωνα
ἐγέννησεν. ῎Αρτεμις
μὲν οὖν τὰ περὶ θήραν ἀσκήσασα παρθένος ἔμεινεν, ᾿Απόλλων δὲ τὴν μαντικὴν
μαθὼν παρὰ Πανὸς
τοῦ Διὸς καὶ Θύμβρεως
ἧκεν εἰς Δελφούς,
χρησμῳδούσης τότε Θέμιδος· ὡς δὲ ὁ φρουρῶν τὸ μαντεῖον Πύθων
ὄφις ἐκώλυεν αὐτὸν παρελθεῖν ἐπὶ τὸ χάσμα, τοῦτον ἀνελὼν τὸ μαντεῖον
παραλαμβάνει. κτείνει δὲ μετ᾿ οὐ πολὺ καὶ Τιτυόν, ὃς ἦν Διὸς υἱὸς καὶ τῆς ᾿Ορχομενοῦ
θυγατρὸς ᾿Ελάρης,
ἣν Ζεύς, ἐπειδὴ συνῆλθε, δείσας ῞Ηραν ὑπὸ γῆν ἔκρυψε, καὶ τὸν κυοφορηθέντα
παῖδα Τιτυὸν ὑπερμεγέθη εἰς φῶς ἀνήγαγεν. οὗτος ἐρχομένην εἰς Πυθὼ Λητὼ
θεωρήσας, πόθῳ κατασχεθεὶς ἐπισπᾶται· ἡ δὲ τοὺς παῖδας ἐπικαλεῖται καὶ
κατατοξεύουσιν αὐτόν. κολάζεται δὲ καὶ μετὰ θάνατον· γῦπες γὰρ αὐτοῦ τὴν
καρδίαν ἐν ῞Αιδου ἐσθίουσιν. ἀπέκτεινε
δὲ ᾿Απόλλων καὶ τὸν ᾿Ολύμπου παῖδα Μαρσύαν. οὗτος γὰρ εὑρὼν αὐλούς, οὓς ἔρριψεν
᾿Αθηνᾶ διὰ τὸ τὴν ὄψιν αὐτῆς ποιεῖν ἄμορφον, ἦλθεν εἰς ἔριν περὶ μουσικῆς
᾿Απόλλωνι. συνθεμένων δὲ αὐτῶν ἵνα ὁ νικήσας ὃ βούλεται διαθῇ τὸν ἡττημένον,
τῆς κρίσεως γινομένης τὴν κιθάραν στρέψας ἠγωνίζετο ὁ ᾿Απόλλων, καὶ ταὐτὸ
ποιεῖν ἐκέλευε τὸν Μαρσύαν· τοῦ δὲ ἀδυνατοῦντος εὑρεθεὶς κρείσσων ὁ ᾿Απόλλων,
κρεμάσας τὸν Μαρσύαν ἔκ τινος ὑπερτενοῦς πίτυος, ἐκτεμὼν τὸ δέρμα οὕτως
διέφθειρεν. ᾿Ωρίωνα
δὲ ῎Αρτεμις ἀπέκτεινεν ἐν Δήλῳ. τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ σῶμα·
Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης λέγει. ἐδωρήσατο δὲ αὐτῷ Ποσειδῶν
διαβαίνειν τὴν θάλασσαν. οὗτος ιπρώτηνι μὲν ἔγημε Σίδην, ἣν
ἔρριψεν εἰς ῞Αιδου περὶ μορφῆς ἐρίσασαν ῞Ηρα· αὖθις δὲ ἐλθὼν εἰς Χίον Μερόπην
τὴν Οἰνοπίωνος
ἐμνηστεύσατο. μεθύσας δὲ Οἰνοπίων αὐτὸν κοιμώμενον ἐτύφλωσε καὶ παρὰ τοῖς
αἰγιαλοῖς ἔρριψεν. ὁ δὲ ἐπὶ τὸ <῾Ηφαίστου> χαλκεῖον ἐλθὼν καὶ ἁρπάσας
παῖδα ἕνα, ἐπὶ τῶν ὤμων ἐπιθέμενος ἐκέλευσε ποδηγεῖν πρὸς τὰς ἀνατολάς. ἐκεῖ
δὲ παραγενόμενος ἀνέβλεψεν ἐκκαεὶς ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος, καὶ διὰ ταχέων
ἐπὶ τὸν Οἰνοπίωνα ἔσπευδεν. ἀλλὰ τῷ μὲν Ποσειδῶν ἡφαιστότευκτον ὑπὸ γῆν
κατεσκεύασεν οἶκον, ᾿Ωρίωνος δ᾿ ᾿Ηὼς ἐρασθεῖσα ἥρπασε καὶ ἐκόμισεν εἰς Δῆλον·
ἐποίει γὰρ αὐτὴν ᾿Αφροδίτη
συνεχῶς ἐρᾶν, ὅτι ῎Αρει
συνευνάσθη. ὁ δ᾿ ᾿Ωρίων, ὡς μὲν ἔνιοι λέγουσιν, ἀνῃρέθη δισκεύειν ῎Αρτεμιν
προκαλούμενος, ὡς δέ τινες, βιαζόμενος ῏Ωπιν μίαν τῶν ἐξ ῾Υπερβορέων
παραγενομένων παρθένων ὑπ᾿ ᾿Αρτέμιδος ἐτοξεύθη. |