Textos d'Apol·lodor
I, 1-7: |
Descendència d'Úranos i Gea. Mutilació d'Úranos. Fills de Cronos i Rea. Titanomàquia. Repartiment del món. |
Οὐρανὸς
πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας
προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει
καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες. μετὰ
τούτους δὲ [αὐτῷ τεκνοῖ Γῆ] Κύκλωπας, ῎Αργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ
μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος
ἐρεβώδης ἐστὶν ἐν ῞Αιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπ᾿ οὐρανοῦ
γῆ), τεκνοῖ δὲ αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας προσαγορευθέντας, ᾿Ωκεανὸν Κοῖον ῾Υπερίονα
Κρεῖον ᾿Ιαπετὸν
καὶ νεώτατον ἁπάντων Κρόνον,
θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν ῾Ρέαν Θέμιν Μνημοσύνην
Φοίβην Διώνην Θείαν. ἀγανακτοῦσα
δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας
ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ ᾿Ωκεανοῦ χωρὶς
ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν
ἀφίησιν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, ᾿Αληκτὼ Τισιφόνη
Μέγαιρα.
τῆς δὲ ἀρχῆς ἐκβαλόντες
τούς τε καταταρταρωθέντας
ἀνήγαγον ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν. ὁ
δὲ τούτους μὲν <ἐν> τῷ Ταρτάρῳ πάλιν δήσας καθεῖρξε, τὴν δὲ ἀδελφὴν
῾Ρέαν γήμας, ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς
ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι, κατέπινε τὰ γεννώμενα. καὶ πρώτην μὲν
γεννηθεῖσαν ῾Εστίαν
κατέπιεν, εἶτα Δήμητραν καὶ ῞Ηραν, μεθ᾿ ἃς Πλούτωνα
καὶ Ποσειδῶνα. ὀργισθεῖσα δὲ ἐπὶ τούτοις ῾Ρέα παραγίνεται μὲν εἰς Κρήτην,
ὁπηνίκα τὸν Δία ἐγκυμονοῦσα ἐτύγχανε, γεννᾷ δὲ ἐν ἄντρῳ τῆς Δίκτης Δία.
καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι
Κούρησί
τε καὶ ταῖς Μελισσέως
παισὶ νύμφαις, ᾿Αδραστείᾳ
τε καὶ ῎Ιδῃ.
αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς ᾿Αμαλθείας γάλακτι, οἱ δὲ Κούρητες ἔνοπλοι ἐν
τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς
τοῦ παιδὸς φωνῆς ὁ Κρόνος ἀκούσῃ. ῾Ρέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν
γεγεννημένον παῖδα. ἐπειδὴ
δὲ Ζεὺς ἐγενήθη τέλειος, λαμβάνει Μῆτιν τὴν ᾿Ωκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ καταπιεῖν
φάρμακον, ὑφ᾿ οὗ ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς
παῖδας οὓς κατέπιε· μεθ᾿ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας ἐξήνεγκε
πόλεμον. μαχομένων δὲ αὐτῶν
ἐνιαυτοὺς δέκα
ἡ Γῆ τῷ Διὶ ἔχρησε
τὴν νίκην, τοὺς καταταρταρωθέντας ἂν ἔχῃ συμμάχους· ὁ δὲ τὴν φρουροῦσαν αὐτῶν τὰ
δεσμὰ Κάμπην
ἀποκτείνας ἔλυσε. καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ
κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν· οἱ δὲ τούτοις
ὁπλισθέντες κρατοῦσι Τιτάνων,
καὶ καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας κατέστησαν φύλακας.
αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς, καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ
δυναστείαν, Ποσειδῶν δὲ τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν ῞Αιδου. |