Πελίας
δὲ
ἀπογνοὺς τὴν
ὑποστροφὴν
τῶν Ἀργο-
ναυτῶν τὸν Αἴσονα
κτείνειν
ἤθελεν· ὁ δὲ
αἰτησάμενος
ἑαυτὸν
ἀνελεῖν θυσίαν
ἐπιτελῶν
ἀδεῶς τοῦ
ταυρείου
σπασάμενος
αἵματος
ἀπέθανεν. ἡ δὲ Ἰάσονος
μήτηρ
ἐπαρασαμένη
Πελίᾳ, νήπιον
ἀπολιποῦσα
παῖδα Πρό-
μαχον ἑαυτὴν
ἀνήρτησε·
Πελίας δὲ καὶ τὸν
αὐτῇ κατα-
λειφθέντα
παῖδα
ἀπέκτεινεν. ὁ
δὲ Ἰάσων
κατελθὼν
τὸ
μὲν δέρας
ἔδωκε, περὶ
ὧν
δὲ ἠδικήθη
μετελθεῖν
ἐθέλων
καιρὸν
ἐξεδέχετο. καὶ
τότε μὲν εἰς
Ἰσθμὸν
μετὰ
τῶν ἀριστέων
πλεύσας
ἀνέθηκε τὴν
ναῦν Ποσει-
δῶνι, αὖθις
δὲ Μήδειαν παρακαλεῖ
ζητεῖν ὅπως
Πελίας
αὐτῷ δίκας
ὑπόσχῃ. ἡ δὲ εἰς τὰ
βασίλεια τοῦ
Πελίου
παρελθοῦσα
πείθει τὰς
θυγατέρας
αὐτοῦ τὸν
πατέρα
κρεουργῆσαι
καὶ καθεψῆσαι,
διὰ φαρμάκων
αὐτὸν ἐπαγ-
γελλομένη
ποιήσειν
νέον· καὶ τοῦ
πιστεῦσαι
χάριν κριὸν
μελίσασα
καὶ
καθεψήσασα
ἐποίησεν ἄρνα.
αἱ δὲ πιστεύ-
σασαι
τὸν πατέρα
κρεουργοῦσι
καὶ
καθέψουσιν. Ἄκα-
στος δὲ
μετὰ τῶν τὴν Ἰωλκὸν
οἰκούντων τὸν
πατέρα
θάπτει,
τὸν δὲ Ἰάσονα
μετὰ τῆς
Μηδείας τῆς
Ἰωλκοῦ
ἐκβάλλει.
|