Textos d'Apol·lodor

 
I, 145-147: Venjança de Medea

οἱ δὲ ἧκον εἰς Κόρινθον, καὶ δέκα μὲν ἔτη διετέ-
λουν εὐτυχοῦντες, αὖθις δὲ τοῦ τῆς Κορίνθου βασιλέως
Κρέοντος τὴν θυγατέρα Γλαύκην Ἰάσονι ἐγγυῶντος,
παραπεμψάμενος Ἰάσων Μήδειαν ἐγάμει. ἡ δέ, οὕς τε
ὤμοσεν Ἰάσων θεοὺς ἐπικαλεσαμένη καὶ τὴν Ἰάσονος
ἀχαριστίαν μεμψαμένη πολλάκις, τῇ μὲν γαμουμένῃ
πέπλον μεμαγμένον φαρμάκοις ἔπεμψεν, ὃν ἀμφιεσα-
μένη μετὰ τοῦ βοηθοῦντος πατρὸς πυρὶ λάβρῳ κατε-
φλέχθη, τοὺς δὲ παῖδας οὓς εἶχεν ἐξ Ἰάσονος, Μέρ-
μερον
καὶ Φέρητα, ἀπέκτεινε, καὶ λαβοῦσα παρὰ Ἡλίου
ἅρμα πτηνῶν δρακόντων ἐπὶ τούτου φεύγουσα ἦλθεν
εἰς Ἀθήνας. λέγεται δὲ <καὶ> ὅτι φεύγουσα τοὺς
παῖδας ἔτι νηπίους ὄντας κατέλιπεν, ἱκέτας καθίσασα
ἐπὶ τὸν βωμὸν τῆς Ἥρας τῆς ἀκραίας· Κορίνθιοι δὲ
αὐτοὺς ἀναστήσαντες κατετραυμάτισαν.
          Μήδεια δὲ ἧκεν εἰς Ἀθήνας, κἀκεῖ γαμηθεῖσα Αἰ-
γεῖ
παῖδα γεννᾷ Μῆδον. ἐπιβουλεύουσα δὲ ὕστερον
Θησεῖ φυγὰς ἐξ Ἀθηνῶν μετὰ τοῦ παιδὸς ἐκβάλλεται.
ἀλλ' οὗτος μὲν πολλῶν κρατήσας βαρβάρων τὴν ὑφ'
ἑαυτὸν χώραν ἅπασαν Μηδίαν ἐκάλεσε, καὶ στρατευό-
μενος ἐπὶ Ἰνδοὺς ἀπέθανε· Μήδεια δὲ εἰς Κόλχους
ἦλθεν ἄγνωστος, καὶ καταλαβοῦσα Αἰήτην ὑπὸ τοῦ
ἀδελφοῦ Πέρσου τῆς βασιλείας ἐστερημένον, κτείνασα
τοῦτον τῷ πατρὶ τὴν βασιλείαν ἀποκατέστησεν.

Anterior

Principal

Amunt

Següent