Φέρης
δὲ
ὁ Κρηθέως Φερὰς
ἐν Θεσσαλίᾳ κτίσας
ἐγέννησεν
Ἄδμητον καὶ Λυκοῦργον.
Λυκοῦργος μὲν
οὖν
περὶ Νεμέαν κατῴκησε,
γήμας δὲ Εὐρυδίκην, ὡς
δὲ
ἔνιοί φασιν Ἀμφιθέαν,
ἐγέννησεν Ὀφέλτην <τὸν
ὕστερον>
κληθέντα Ἀρχέμορον.
Ἀδμήτου δὲ
βασιλεύ-
οντος
τῶν Φερῶν,
ἐθήτευσεν Ἀπόλλων αὐτῷ
μνηστευο-
μένῳ
τὴν Πελίου θυγατέρα
Ἄλκηστιν.
ἐκείνου δὲ δώ-
σειν
ἐπαγγειλαμένου
τὴν θυγατέρα
τῷ καταζεύξαντι
ἅρμα
λέοντος καὶ
κάπρου,
Ἀπόλλων
ζεύξας ἔδωκεν· ὁ
δὲ κομίσας πρὸς
Πελίαν
Ἄλκηστιν
λαμβάνει. θύων
δὲ
ἐν
τοῖς γάμοις
ἐξελάθετο Ἀρτέμιδι θῦσαι·
διὰ τοῦτο
τὸν
θάλαμον
ἀνοίξας εὗρε
δρακόντων
σπειράμασι πε-
πληρωμένον.
Ἀπόλλων δὲ
εἰπὼν
ἐξιλάσκεσθαι
τὴν
θεόν, ᾐτήσατο παρὰ
μοιρῶν ἵνα,
ὅταν Ἄδμητος
μέλλῃ
τελευτᾶν,
ἀπολυθῇ τοῦ
θανάτου, ἂν
ἑκουσίως τις
ὑπὲρ
αὐτοῦ
θνήσκειν
ἕληται. ὡς δὲ
ἦλθεν ἡ τοῦ
θνήσκειν
ἡμέρα,
μήτε τοῦ
πατρὸς μήτε
τῆς μητρὸς
ὑπὲρ αὐτοῦ
θνήσκειν
θελόντων,
Ἄλκηστις
ὑπεραπέθανε.
καὶ αὐτὴν
πάλιν
ἀνέπεμψεν ἡ Κόρη, ὡς δὲ
ἔνιοι
λέγουσιν, ῾Ηρα-
κλῆς <πρὸς
αὐτὸν
ἀνεκόμισε>
μαχεσάμενος ᾍδῃ.
|