Textos d'Apol·lodor

 
I.107-110 Jàson i Pèlias

Αἴσονος δὲ τοῦ Κρηθέως καὶ Πολυμήδης τῆς Αὐτο-
λύκου
Ἰάσων. οὗτος ᾤκει ἐν Ἰωλκῷ, τῆς δὲ Ἰωλκοῦ
Πελίας ἐβασίλευσε μετὰ Κρηθέα, χρωμένῳ περὶ τῆς
βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξα-
σθαι. τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμόν, αὖθις
δὲ ὕστερον αὐτὸν ἔγνω. τελῶν γὰρ ἐπὶ τῇ θαλάσσῃ
Ποσειδῶνι θυσίαν ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ
τὸν Ἰάσονα μετεπέμψατο. ὁ δὲ πόθῳ γεωργίας ἐν τοῖς
χωρίοις διατελῶν ἔσπευσεν ἐπὶ τὴν θυσίαν· διαβαίνων
δὲ ποταμὸν Ἄναυρον ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον
ἀπολέσας ἐν τῷ ·είθρῳ πέδιλον. θεασάμενος δὲ Πε-
λίας αὐτὸν καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προσ-
ελθών, τί ἂν ἐποίησεν ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν
αὐτῷ πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν. ὁ δέ,
εἴτε ἐπελθὸν ἄλλως, εἴτε διὰ μῆνιν Ἥρας, ἵν' ἔλθοι
κακὸν Μήδεια Πελίᾳ (τὴν γὰρ Ἥραν οὐκ ἐτίμα), ϡτὸ
χρυσόμαλλον δέραςϡ ἔφη ϡπροσέταττον ἂν φέρειν αὐ-
τῷϡ. τοῦτο Πελίας ἀκούσας εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν
ἐκέλευσεν αὐτόν. τοῦτο δὲ ἐν Κόλχοις ἦν <ἐν> Ἄρεος
ἄλσει κρεμάμενον ἐκ δρυός, ἐφρουρεῖτο δὲ ὑπὸ δρά-
κοντος ἀύπνου.
          ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων Ἄργον παρεκάλεσε
τὸν Φρίξου, κἀκεῖνος Ἀθηνᾶς ὑποθεμένης πεντηκόν-
τορον ναῦν κατεσκεύασε τὴν προσαγορευθεῖσαν ἀπὸ τοῦ
κατασκευάσαντος Ἀργώ· κατὰ δὲ τὴν πρῷραν ἐνήρμο-
σεν Ἀθηνᾶ φωνῆεν φηγοῦ τῆς Δωδωνίδος ξύλον. ὡς
δὲ ἡ ναῦς κατεσκευάσθη, χρωμένῳ ὁ θεὸς αὐτῷ πλεῖν
 ἐπέτρεψε συναθροίσαντι τοὺς ἀρίστους τῆς Ἑλλάδος.

Anterior

Principal

Amunt

Següent