δωδέκατον
ἆθλον ἐπετάγη Κέρβερον ἐξ ᾍδου
κομί-
ζειν. εἶχε δὲ
οὗτος τρεῖς
μὲν κυνῶν
κεφαλάς, τὴν
δὲ
οὐρὰν
δράκοντος,
κατὰ δὲ τοῦ
νώτου
παντοίων εἶχεν
ὄφεων
κεφαλάς.
μέλλων οὖν ἐπὶ
τοῦτον ἀπιέναι
ἦλθε
πρὸς Εὔμολπον
εἰς Ἐλευσῖνα,
βουλόμενος
μυηθῆναι
[ἦν δὲ
οὐκ ἐξὸν
ξένοις τότε
μυεῖσθαι,
ἐπειδήπερ θετὸς
Πυλίου
παῖς
γενόμενος
ἐμυεῖτο]. μὴ
δυνάμενος δὲ
ἰδεῖν
τὰ μυστήρια
ἐπείπερ οὐκ
ἦν ἡγνισμένος
τὸν Κεν-
ταύρων
φόνον,
ἁγνισθεὶς ὑπὸ
Εὐμόλπου τότε
ἐμυήθη.
καὶ
παραγενόμενος
ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, οὗ
τῆς
<εἰς> ᾍδου
καταβάσεως τὸ
στόμιόν ἐστι,
διὰ τού-
του
ἐπῄει.
ὁπηνίκα δὲ
εἶδον αὐτὸν
αἱ ψυχαί, χωρὶς
Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος ἔφυγον. ἐπὶ
δὲ τὴν
Γοργόνα τὸ
ξίφος ὡς ζῶσαν
ἕλκει, καὶ
παρὰ
Ἑρμοῦ
μανθάνει
ὅτι κενὸν
εἴδωλόν ἐστι. πλησίον
δὲ
τῶν
ᾍδου πυλῶν
γενόμενος Θησέα
εὗρε
καὶ Πειρί-
θουν
τὸν Περσεφόνης
μνηστευόμενον
γάμον καὶ διὰ
τοῦτο δεθέντα.
θεασάμενοι δὲ
Ἡρακλέα τὰς
χεῖρας
ὤρεγον ὡς
ἀναστησόμενοι διὰ τῆς
ἐκείνου βίας.
ὁ δὲ
Θησέα
μὲν λαβόμενος
τῆς χειρὸς
ἤγειρε,
Πειρίθουν δὲ
ἀναστῆσαι
βουλόμενος
τῆς γῆς
κινουμένης ἀφῆκεν.
ἀπεκύλισε
δὲ καὶ τὸν Ἀσκαλάφου
πέτρον.
βουλόμενος
δὲ αἷμα
ταῖς ψυχαῖς
παρασχέσθαι,
μίαν τῶν ᾍδου
βοῶν
ἀπέσφαξεν. ὁ
δὲ νέμων
αὐτὰς Μενοίτης ὁ Κευ-
θωνύμου
προκαλεσάμενος
εἰς πάλην Ἡρακλέα, ληφθεὶς
μέσος
καὶ τὰς
πλευρὰς κατεαγεὶς
ὑπὸ
Περσεφόνης
παρῃ-
τήθη. αἰτοῦντος δὲ αὐτοῦ Πλούτωνα
τὸν
Κέρβερον,
ἐπέταξεν
ὁ Πλούτων
ἄγειν χωρὶς ὧν
εἶχεν ὅπλων κρα-
τοῦντα. ὁ δὲ εὑρὼν αὐτὸν ἐπὶ ταῖς
πύλαις τοῦ Ἀχέ-
ροντος, τῷ τε
θώρακι
συμπεφραγμένος
καὶ τῇ λεοντῇ
συσκεπασθεὶς,
περιβαλὼν τῇ
κεφαλῇ τὰς
χεῖρας οὐκ
ἀνῆκε
κρατῶν καὶ
ἄγχων τὸ
θηρίον, ἕως
ἔπεισε, καίπερ
δακνόμενος
ὑπὸ τοῦ κατὰ
τὴν οὐρὰν
δράκοντος. συλ-
λαβὼν
οὖν αὐτὸν ἧκε
διὰ Τροιζῆνος ποιησάμενος
τὴν
ἀνάβασιν.
Ἀσκάλαφον μὲν
οὖν Δημήτηρ ἐποίησεν ὦτον,
Ἡρακλῆς
δὲ Εὐρυσθεῖ δείξας τὸν
Κέρβερον
πάλιν ἐκό-
μισεν
εἰς ᾍδου.
|