Textos d'Apol·lodor

 
III, 8-11: Minos, Pasífae i el Minotaure

Ἀστερίου δὲ ἄπαιδος ἀποθανόντος Μίνως βασι-
λεύειν θέλων Κρήτης ἐκωλύετο. φήσας δὲ παρὰ θεῶν
τὴν βασιλείαν εἰληφέναι, τοῦ πιστευθῆναι χάριν ἔφη,
ὅ τι ἂν εὔξηται, γενέσθαι. καὶ Ποσειδῶνι θύων ηὔξατο
ταῦρον ἀναφανῆναι ἐκ τῶν βυθῶν, καταθύσειν ὑποσχό-
μενος τὸν φανέντα. τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀν-
έντος
αὐτῷ διαπρεπῆ τὴν βασιλείαν παρέλαβε, τὸν δὲ
ταῦρον εἰς τὰ βουκόλια πέμψας ἔθυσεν ἕτερον. θαλασσο-
κρατήσας δὲ πρῶτος πασῶν τῶν νήσων σχεδὸν ἐπ-
ῆρξεν. ὀργισθεὶς δὲ αὐτῷ Ποσειδῶν ὅτι μὴ κατέθυσε
τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε, Πασιφάην δὲ ἐλθεῖν
εἰς ἐπιθυμίαν αὐτοῦ παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα
τοῦ ταύρου συνεργὸν λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχι-
τέκτων, πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλί- 
νην βοῦν ἐπὶ τροχῶν κατασκευάσας, καὶ ταύτην  βαλὼν
κοιλάνας ἔνδοθεν, ἐκδείρας τε βοῦν τὴν δορὰν περι-
έρραψε, καὶ θεὶς ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι
βόσκεσθαι, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ
ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν. ἡ δὲ Ἀστέριον
ἐγέννησε τὸν κληθέντα Μινώταυρον. οὗτος εἶχε ταύ-
ρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός· Μίνως δὲ ἐν τῷ
λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας αὐτὸν
ἐφύλαττεν. ἦν δὲ ὁ λαβύρινθος, ὃν Δαίδαλος κατεσκεύ-
ασεν, οἴκημα καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον.

Anterior

Principal

Amunt

Següent