Textos d'Apol·lodor

 
III, 68-72: Tirèsias

Ἀργεῖοι δὲ καθοπλισθέντες προσῄεσαν τοῖς τείχεσι,
καὶ πυλῶν ἑπτὰ οὐσῶν Ἄδραστος μὲν παρὰ τὰς Ὁμο-
λωίδας
πύλας ἔστη, Καπανεὺς δὲ παρὰ τὰς Ὠγυγίας,
Ἀμφιάραος δὲ παρὰ τὰς Προιτίδας, Ἱππομέδων δὲ παρὰ
τὰς Ὀγκαΐδας, Πολυνείκης δὲ παρὰ τὰς Ὑψίστας, Παρ-
θενοπαῖος
<δὲ> παρὰ τὰς Ἠλέκτρας, Τυδεὺς δὲ παρὰ
τὰς Κρηνίδας. καθώπλισε δὲ καὶ Ἐτεοκλῆς Θηβαίους,
καὶ καταστήσας ἡγεμόνας ἴσους ἴσοις ἔταξε, καὶ πῶς
ἂν περιγένοιντο τῶν πολεμίων
ἐμαντεύετο. ἦν δὲ
παρὰ Θηβαίοις μάντις Τειρεσίας Εὐήρους καὶ Χαρι-
κλοῦς
νύμφης, ἀπὸ γένους Οὐδαίου τοῦ Σπαρτοῦ, γενό-
μενος τυφλὸς τὰς ὁράσεις. οὗ περὶ τῆς πηρώσεως καὶ
τῆς μαντικῆς λέγονται λόγοι διάφοροι. ἄλλοι μὲν γὰρ
αὐτὸν ὑπὸ θεῶν φασι τυφλωθῆναι, ὅτι τοῖς ἀνθρώ-
ποις ἃ κρύπτειν ἤθελον ἐμήνυε, Φερεκύδης δὲ ὑπὸ
Ἀθηνᾶς αὐτὸν τυφλωθῆναι· οὖσαν γὰρ τὴν Χαρικλὼ
προσφιλῆ τῇ Ἀθηνᾷ
... γυμνὴν ἐπὶ πάντα ἰδεῖν, τὴν
δὲ
ταῖς χερσὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καταλαβομένην
πηρὸν ποιῆσαι, Χαρικλοῦς δὲ δεομένης ἀποκαταστῆσαι
πάλιν τὰς ὁράσεις, μὴ δυναμένην τοῦτο ποιῆσαι, τὰς
ἀκοὰς διακαθάρασαν πᾶσαν ὀρνίθων φωνὴν ποιῆσαι
συνεῖναι, καὶ σκῆπτρον αὐτῷ δωρήσασθαι κράνειον, ὃ
φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβάδιζεν. Ἡσίοδος δέ
φησιν ὅτι θεασάμενος περὶ Κυλλήνην ὄφεις συνουσιά-
ζοντας καὶ τούτους τρώσας ἐγένετο ἐξ ἀνδρὸς γυνή,
πάλιν δὲ τοὺς αὐτοὺς ὄφεις παρατηρήσας συνουσιά-
ζοντας ἐγένετο ἀνήρ. διόπερ Ἥρα καὶ Ζεὺς ἀμφισβη-
τοῦντες πότερον τὰς γυναῖκας ἢ τοὺς ἄνδρας ἥδεσθαι
μᾶλλον ἐν ταῖς συνουσίαις συμβαίνοι
, τοῦτον ἀνέκρι-
ναν. ὁ δὲ ἔφη δέκα μοιρῶν περὶ τὰς συνουσίας οὐσῶν
τὴν μὲν μίαν ἄνδρας ἥδεσθαι, τὰς δὲ ἐννέα γυναῖκας. 
ὅθεν Ἥρα μὲν αὐτὸν ἐτύφλωσε, Ζεὺς δὲ τὴν μαντικὴν
αὐτῷ ἔδωκεν.
          [τὸ ὑπὸ Τειρεσίου λεχθὲν πρὸς Δία καὶ Ἥραν·
     οἴην μὲν μοῖραν δέκα μοιρῶν τέρπεται ἀνήρ,
     τὰς δὲ δέκ' ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.]
ἐγένετο δὲ καὶ πολυχρόνιος.

Anterior

Principal

Amunt

Següent