Herodot I, 1-5 |
Proemi; Enfrontaments orient-occident; Esquema de
l'obra |
||
Ἡροδότου Ἁλικαρνησσέος
ἱστορίης
ἀπόδεξις ἥδε,
ὡς μήτε τὰ γενόμενα
ἐξ ἀνθρώπων
τῷ χρόνῳ
ἐξίτηλα
γένηται, μήτε ἔργα μεγάλα
τε καὶ θωμαστά,
τὰ μὲν Ἕλλησι,
τὰ δὲ βαρ- βάροισι
ἀποδεχθέντα,
ἀκλέα γένηται,
τά τε ἄλλα καὶ
δι' ἣν αἰτίην
ἐπολέμησαν
ἀλλήλοισι. Περσέων
μέν νυν οἱ
λόγιοι
Φοίνικας
αἰτίους φασὶ γενέσθαι
τῆς διαφορῆς·
τούτους γάρ,
ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης
θαλάσσης
ἀπικομένους
ἐπὶ τήνδε τὴν
θάλασσαν καὶ
οἰκήσαντας
τοῦτον τὸν
χῶρον τὸν καὶ
νῦν οἰκέουσι, αὐτίκα
ναυτιλίῃσι
μακρῇσι
ἐπιθέσθαι,
ἀπαγινέοντας
δὲ φορτία
Αἰγύπτιά τε
καὶ Ἀσσύρια
τῇ τε ἄλλῃ
[χώρῃ] ἐσαπικνέεσθαι
καὶ δὴ καὶ ἐς Ἄργος.
τὸ δὲ Ἄργος
τοῦτον τὸν
χρόνον προεῖχε
ἅπασι τῶν
ἐν τῇ νῦν
Ἑλλάδι
καλεομένῃ χώρῃ.
Ἀπικομένους
δὲ τοὺς
Φοίνικας ἐς δὴ
τὸ Ἄργος τοῦτο
διατίθεσθαι
τὸν φόρτον.
Πέμπτῃ δὲ ἢ
ἕκτῃ ἡμέρῃ ἀπ'
ἧς ἀπίκοντο,
ἐξεμπολημένων
σφι σχεδὸν
πάντων, ἐλθεῖν
ἐπὶ τὴν
θάλασσαν
γυναῖκας
ἄλλας τε πολλὰς
καὶ δὴ καὶ
τοῦ βασιλέος
θυγατέρα· τὸ
δέ οἱ οὔνομα
εἶναι, κατὰ τὠυτὸ
τὸ καὶ Ἕλληνες
λέγουσι, Ἰοῦν
τὴν Ἰνάχου.
Ταύτας στάσας
κατὰ πρύμνην
τῆς νεὸς ὠνέεσθαι
τῶν φορτίων
τῶν σφι
ἦν θυμὸς
μάλιστα,
καὶ τοὺς
Φοίνικας διακελευσα- μένους
ὁρμῆσαι ἐπ'
αὐτάς. Τὰς μὲν
δὴ πλεῦνας
τῶν γυναικῶν
ἀποφυγεῖν, τὴν
δὲ Ἰοῦν σὺν
ἄλλῃσι ἁρπασθῆναι·
ἐσβαλομένους
δὲ ἐς τὴν νέα οἴχεσθαι
ἀποπλέοντας
ἐπ' Αἰγύπτου.
Οὕτω μὲν Ἰοῦν
ἐς Αἴγυπτον
ἀπικέσθαι λέγουσι Πέρσαι,
οὐκ ὡς Ἕλληνες,
καὶ τῶν
ἀδικημάτων
πρῶτον τοῦτο
ἄρξαι· μετὰ δὲ
ταῦτα Ἑλλήνων
τινάς (οὐ
γὰρ ἔχουσι τοὔνομα
ἀπηγήσασθαι)
φασὶ τῆς Φοινίκης
ἐς Τύρον προσσχόντας
ἁρπάσαι τοῦ
βασιλέος τὴν
θυγατέρα Εὐρώπην· εἴησαν
δ' ἂν οὗτοι
Κρῆτες. Ταῦτα
μὲν δὴ ἴσα
πρὸς ἴσα σφι
γενέσθαι·
μετὰ δὲ ταῦτα
Ἕλληνας
αἰτίους τῆς
δευ- τέρης
ἀδικίης
γενέσθαι.
Καταπλώσαντας
γὰρ μακρῇ νηῒ ἐς Αἶάν τε τὴν
Κολχίδα
καὶ ἐπὶ Φᾶσιν
ποταμόν,
ἐνθεῦτεν, διαπρηξαμένους
καὶ τἆλλα τῶν
εἵνεκεν
ἀπίκατο,
ἁρπάσαι τοῦ
βασιλέος τὴν
θυγατέρα Μηδείην.
Πέμψαντα δὲ
τὸν Κόλχων
βασιλέα ἐς τὴν
Ἑλλάδα κήρυκα
αἰτέειν τε δίκας
τῆς
ἁρπαγῆς καὶ
ἀπαιτέειν τὴν
θυγατέρα·
τοὺς δὲ ὑπο- κρίνασθαι
ὡς οὐδὲ
ἐκεῖνοι Ἰοῦς
τῆς Ἀργείης
ἔδοσάν σφι δίκας
τῆς ἁρπαγῆς·
οὐδὲ ὦν αὐτοὶ
δώσειν ἐκείνοισι.
Δευ- τέρῃ
δὲ λέγουσι γενεῇ
μετὰ ταῦτα Ἀλέξανδρον
τὸν Πριά- μου
ἀκηκοότα
ταῦτα
ἐθελῆσαί οἱ
ἐκ τῆς
Ἑλλάδος δι' ἁρπαγῆς
γενέσθαι
γυναῖκα,
ἐπιστάμενον
πάντως ὅτι οὐ δώσει
δίκας· οὐδὲ
γὰρ ἐκείνους
διδόναι. Οὕτω
δὴ ἁρπά- σαντος
αὐτοῦ Ἑλένην, τοῖσι
Ἕλλησι δόξαι
πρῶτον πέμ- ψαντας
ἀγγέλους
ἀπαιτέειν τε Ἑλένην
καὶ δίκας τῆς ἁρπαγῆς
αἰτέειν. Τοὺς
δὲ προïσχομένων
ταῦτα
προφέρειν σφι
Μηδείης τὴν
ἁρπαγήν, ὡς οὐ
δόντες αὐτοὶ
δίκας οὐδὲ ἐκδόντες
ἀπαιτεόντων
βουλοίατό σφι
παρ' ἄλλων
δίκας γίνεσθαι.
Μέχρι μὲν ὦν
τούτου
ἁρπαγὰς
μούνας εἶναι παρ'
ἀλλήλων, τὸ δὲ
ἀπὸ τούτου
Ἕλληνας δὴ
μεγάλως αἰτίους
γενέσθαι·
προτέρους γὰρ
ἄρξαι στρατεύεσθαι
ἐς τὴν
Ἀσίην ἢ σφέας
ἐς τὴν
Εὐρώπην. Τὸ
μέν νυν
ἁρπάζειν γυναῖκας
ἀνδρῶν ἀδίκων
νομίζειν
ἔργον εἶναι, τὸ
δὲ ἁρπα- σθεισέων
σπουδὴν
ποιήσασθαι
τιμωρέειν
ἀνοήτων, τὸ δὲ μηδεμίαν
ὤρην ἔχειν
ἁρπασθεισέων
σωφρόνων·
δῆλα γὰρ δὴ
ὅτι, εἰ μὴ
αὐταὶ
ἐβούλοντο, οὐκ
ἂν ἡρπάζοντο.
Σφέας μὲν
δὴ τοὺς ἐκ τῆς
Ἀσίης λέγουσι
Πέρσαι
ἁρπαζομένων τῶν
γυναικῶν
λόγον οὐδένα
ποιήσασθαι,
Ἕλληνας δὲ Λακε- δαιμονίης
εἵνεκεν
γυναικὸς
στόλον μέγαν
συναγεῖραι
καὶ ἔπειτα
ἐλθόντας ἐς
τὴν Ἀσίην τὴν
Πριάμου
δύναμιν κατε- λεῖν.
Ἀπὸ τούτου
αἰεὶ
ἡγήσασθαι τὸ
Ἑλληνικὸν σφίσι
εἶναι
πολέμιον. Τὴν
γὰρ Ἀσίην καὶ
τὰ ἐνοικέοντα ἔθνεα
βάρβαρα
οἰκηιοῦνται
οἱ Πέρσαι, τὴν
δὲ Εὐρώπην καὶ
τὸ Ἑλληνικὸν
ἥγηνται
κεχωρίσθαι. Οὕτω
μὲν Πέρσαι
λέγουσι
γενέσθαι, καὶ
διὰ τὴν Ἰλίου ἅλωσιν
εὑρίσκουσι
σφίσι ἐοῦσαν
τὴν ἀρχὴν
τῆς ἔχθρης τῆς ἐς
τοὺς Ἕλληνας.
Περὶ δὲ τῆς
Ἰοῦς οὐκ
ὁμολογέουσι Πέρσῃσι
οὕτω
Φοίνικες· οὐ
γὰρ ἁρπαγῇ
σφέας χρησαμένους
λέγουσι
ἀγαγεῖν αὐτὴν
ἐς Αἴγυπτον,
ἀλλ' ὡς ἐν τῷ Ἄργεï ἐμίσγετο
τῷ ναυκλήρῳ
τῆς νεός·
ἐπεὶ δὲ ἔμαθε
ἔγκυος ἐοῦσα,
αἰδεομένη
τοὺς τοκέας,
οὕτω δὴ
ἐθελοντὴν αὐτὴν
τοῖσι
Φοίνιξι
συνεκπλῶσαι,
ὡς ἂν μὴ κατάδηλος
γένηται. Ταῦτα
μέν νυν Πέρσαι
τε καὶ
Φοίνικες
λέγουσι. Ἐγὼ
δὲ περὶ
μὲν τούτων οὐκ
ἔρχομαι ἐρέων
ὡς οὕτως ἢ
ἄλλως κως ταῦτα
ἐγένετο, τὸν
δὲ οἶδα αὐτὸς
πρῶτον
ὑπάρξαντα ἀδίκων
ἔργων ἐς
τοὺς Ἕλληνας,
τοῦτον
σημήνας προβή- σομαι
ἐς τὸ πρόσω
τοῦ λόγου,
ὁμοίως μικρὰ
καὶ μεγάλα ἄστεα
ἀνθρώπων
ἐπεξιών. Τὰ
γὰρ τὸ πάλαι
μεγάλα ἦν, τὰ πολλὰ
αὐτῶν σμικρὰ
γέγονε· τὰ δὲ
ἐπ' ἐμέο ἦν
μεγάλα, πρότερον
ἦν σμικρά. Τὴν
ἀνθρωπηίην ὦν
ἐπιστάμενος εὐδαιμονίην
οὐδαμὰ ἐν
τὠυτῷ
μένουσαν,
ἐπιμνήσομαι
ἀμφο- τέρων
ὁμοίως. |
|||
|
|||
Anterior |
|||