22. Hèracles i Plutos (111P) |
|
ΗΡΑΚΛΗΣ ΚΑΙ ΠΛΟΥΤΟΣ |
|
Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος
ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς
φιλοφροσύνης ἠσπάζετο. καὶ δὴ
τελευταίου εἰσελθόντος τοῦ
Πλούτου κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο
αὐτόν. ὁ δὲ Ζεὺς θαυμάσας
τὸ γεγονὸς
ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι'
ἣν πάντας τοὺς δαίμονας ἀσμένως προσαγορεύσας
μόνον τὸν Πλοῦτον
ὑποβλέπεται.
ὁ δὲ εἶπεν· “ἀλλ' ἔγωγε διὰ τοῦτο
αὐτὸν ὑποβλέπομαι,
ὅτι,
παρ' ὃν καιρὸν ἐν ἀνθρώποις
ἤμην,
ἑώρων
αὐτὸν
ὡς ἐπὶ τὸ πλεῖστον
τοῖς πονηροῖς
συνόντα.“
ὁ λόγος
λεχθείη ἂν ἐπ' ἀνδρὸς πλουσίου μὲν
τὴν τύχην,
πονηροῦ δὲ
τὸν τρόπον. |
|