Textos d'Apol·lodor

 
II, 61-64: Naixement i educació d'Hèracles

πρὸ τοῦ δὲ Ἀμφιτρύωνα παραγενέσθαι εἰς Θήβας
Ζεύς, διὰ νυκτὸς ἐλθὼν καὶ τὴν μίαν τριπλασιάσας
νύκτα, ὅμοιος Ἀμφιτρύωνι γενόμενος Ἀλκμήνῃ συνευ-
νάσθη καὶ τὰ γενόμενα περὶ Τηλεβοῶν διηγήσατο.
Ἀμφιτρύων δὲ παραγενόμενος, ὡς οὐχ ἑώρα φιλοφρο-
νουμένην
πρὸς αὐτὸν τὴν γυναῖκα, ἐπυνθάνετο τὴν
αἰτίαν· εἰπούσης δὲ ὅτι τῇ προτέρᾳ νυκτὶ παραγενό-
μενος αὐτῇ συγκεκοίμηται, μανθάνει παρὰ Τειρεσίου
τὴν γενομένην τοῦ Διὸς συνουσίαν. Ἀλκμήνη δὲ δύο
ἐγέννησε παῖδας, Διὶ μὲν Ἡρακλέα, μιᾷ νυκτὶ πρεσβύ-
τερον, Ἀμφιτρύωνι δὲ Ἰφικλέα. τοῦ δὲ παιδὸς ὄντος
ὀκταμηνιαίου δύο δράκοντας ὑπερμεγέθεις Ἥρα ἐπὶ τὴν
εὐνὴν ἔπεμψε, διαφθαρῆναι τὸ βρέφος θέλουσα. ἐπι-
βοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα, Ἡρακλῆς διανα-
στὰς ἄγχων ἑκατέραις ταῖς χερσὶν αὐτοὺς διέφθειρε.
Φερεκύδης δέ φησιν Ἀμφιτρύωνα, βουλόμενον μαθεῖν
ὁπότερος ἦν τῶν παίδων ἐκείνου, τοὺς δράκοντας εἰς
τὴν εὐνὴν ἐμβαλεῖν, καὶ τοῦ μὲν Ἰφικλέους φυγόντος
τοῦ δὲ Ἡρακλέους ὑποστάντος μαθεῖν ὡς Ἰφικλῆς ἐξ
αὐτοῦ γεγέννηται.
          ἐδιδάχθη δὲ Ἡρακλῆς ἁρματηλατεῖν μὲν ὑπὸ Ἀμφι-
τρύωνος, παλαίειν δὲ ὑπὸ Αὐτολύκου, τοξεύειν δὲ ὑπὸ
Εὐρύτου, ὁπλομαχεῖν δὲ ὑπὸ Κάστορος, κιθαρῳδεῖν δὲ
ὑπὸ Λίνου. οὗτος δὲ ἦν ἀδελφὸς Ὀρφέως· ἀφικόμενος
δὲ εἰς Θήβας καὶ Θηβαῖος γενόμενος ὑπὸ Ἡρακλέους
τῇ κιθάρᾳ πληγεὶς ἀπέθανεν· ἐπιπλήξαντα γὰρ αὐτὸν
ὀργισθεὶς ἀπέκτεινε. δίκην δὲ ἐπαγόντων τινῶν αὐτῷ
φόνου, παρανέγνω νόμον Ῥαδαμάνθυος λέγοντος, ὃς
ἂν ἀμύνηται τὸν χειρῶν ἀδίκων κατάρξαντα, ἀθῷον
εἶναι
, καὶ οὕτως ἀπελύθη. δείσας δὲ Ἀμφιτρύων μὴ
πάλιν τι ποιήσῃ τοιοῦτον, ἔπεμψεν αὐτὸν εἰς τὰ βου-
φόρβια. κἀκεῖ τρεφόμενος μεγέθει τε καὶ ·ώμῃ πάν-
των
διήνεγκεν. ἦν δὲ καὶ θεωρηθεὶς φανερὸς ὅτι Διὸς
παῖς ἦν· τετραπηχυαῖον μὲν γὰρ εἶχε τὸ σῶμα, πυρὸς
δ' ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην. οὐκ ἠστόχει δὲ οὔτε
τοξεύων οὔτε ἀκοντίζων.

Anterior

Principal

Amunt

Següent